1
ιακωβ ο παις μου αντιλημψομαι αυτου ισραηλ ο εκλεκτος μου προσεδεξατο αυτον η ψυχη μου εδωκα το πνευμα μου επ' αυτον κρισιν τοις εθνεσιν εξοισει
2
ου κεκραξεται ουδε ανησει ουδε ακουσθησεται εξω η φωνη αυτου
3
καλαμον τεθλασμενον ου συντριψει και λινον καπνιζομενον ου σβεσει αλλα εις αληθειαν εξοισει κρισιν
4
αναλαμψει και ου θραυσθησεται εως αν θη επι της γης κρισιν και επι τω ονοματι αυτου εθνη ελπιουσιν
5
ουτως λεγει κυριος ο θεος ο ποιησας τον ουρανον και πηξας αυτον ο στερεωσας την γην και τα εν αυτη και διδους πνοην τω λαω τω επ' αυτης και πνευμα τοις πατουσιν αυτην
6
εγω κυριος ο θεος εκαλεσα σε εν δικαιοσυνη και κρατησω της χειρος σου και ενισχυσω σε και εδωκα σε εις διαθηκην γενους εις φως εθνων
7
ανοιξαι οφθαλμους τυφλων εξαγαγειν εκ δεσμων δεδεμενους και εξ οικου φυλακης καθημενους εν σκοτει
8
εγω κυριος ο θεος τουτο μου εστιν το ονομα την δοξαν μου ετερω ου δωσω ουδε τας αρετας μου τοις γλυπτοις
9
τα απ' αρχης ιδου ηκασιν και καινα α εγω αναγγελω και προ του ανατειλαι εδηλωθη υμιν
10
υμνησατε τω κυριω υμνον καινον η αρχη αυτου δοξαζετε το ονομα αυτου απ' ακρου της γης οι καταβαινοντες εις την θαλασσαν και πλεοντες αυτην αι νησοι και οι κατοικουντες αυτας
11
ευφρανθητι ερημος και αι κωμαι αυτης επαυλεις και οι κατοικουντες κηδαρ ευφρανθησονται οι κατοικουντες πετραν απ' ακρων των ορεων βοησουσιν
12
δωσουσιν τω θεω δοξαν τας αρετας αυτου εν ταις νησοις αναγγελουσιν
13
κυριος ο θεος των δυναμεων εξελευσεται και συντριψει πολεμον επεγερει ζηλον και βοησεται επι τους εχθρους αυτου μετα ισχυος
14
εσιωπησα μη και αει σιωπησομαι και ανεξομαι εκαρτερησα ως η τικτουσα εκστησω και ξηρανω αμα
15
και θησω ποταμους εις νησους και ελη ξηρανω
16
και αξω τυφλους εν οδω η ουκ εγνωσαν και τριβους ους ουκ ηδεισαν πατησαι ποιησω αυτους ποιησω αυτοις το σκοτος εις φως και τα σκολια εις ευθειαν ταυτα τα ρηματα ποιησω και ουκ εγκαταλειψω αυτους
17
αυτοι δε απεστραφησαν εις τα οπισω αισχυνθητε αισχυνην οι πεποιθοτες επι τοις γλυπτοις οι λεγοντες τοις χωνευτοις υμεις εστε θεοι ημων
18
οι κωφοι ακουσατε και οι τυφλοι αναβλεψατε ιδειν
19
και τις τυφλος αλλ' η οι παιδες μου και κωφοι αλλ' η οι κυριευοντες αυτων και ετυφλωθησαν οι δουλοι του θεου
20
ειδετε πλεονακις και ουκ εφυλαξασθε ηνοιγμενα τα ωτα και ουκ ηκουσατε
21
κυριος ο θεος εβουλετο ινα δικαιωθη και μεγαλυνη αινεσιν και ειδον
22
και εγενετο ο λαος πεπρονομευμενος και διηρπασμενος η γαρ παγις εν τοις ταμιειοις πανταχου και εν οικοις αμα οπου εκρυψαν αυτους εγενοντο εις προνομην και ουκ ην ο εξαιρουμενος αρπαγμα και ουκ ην ο λεγων αποδος
23
τις εν υμιν ος ενωτιειται ταυτα εισακουσεται εις τα επερχομενα
24
τις εδωκεν εις διαρπαγην ιακωβ και ισραηλ τοις προνομευουσιν αυτον ουχι ο θεος ω ημαρτοσαν αυτω και ουκ εβουλοντο εν ταις οδοις αυτου πορευεσθαι ουδε ακουειν του νομου αυτου
25
και επηγαγεν επ' αυτους οργην θυμου αυτου και κατισχυσεν αυτους πολεμος και οι συμφλεγοντες αυτους κυκλω και ουκ εγνωσαν εκαστος αυτων ουδε εθεντο επι ψυχην