1
και νυν ουτως λεγει κυριος ο θεος ο ποιησας σε ιακωβ ο πλασας σε ισραηλ μη φοβου οτι ελυτρωσαμην σε εκαλεσα σε το ονομα σου εμος ει συ
2
και εαν διαβαινης δι' υδατος μετα σου ειμι και ποταμοι ου συγκλυσουσιν σε και εαν διελθης δια πυρος ου μη κατακαυθης φλοξ ου κατακαυσει σε
3
οτι εγω κυριος ο θεος σου ο αγιος ισραηλ ο σωζων σε εποιησα σου αλλαγμα αιγυπτον και αιθιοπιαν και σοηνην υπερ σου
4
αφ' ου εντιμος εγενου εναντιον μου εδοξασθης καγω σε ηγαπησα και δωσω ανθρωπους πολλους υπερ σου και αρχοντας υπερ της κεφαλης σου
5
μη φοβου οτι μετα σου ειμι απο ανατολων αξω το σπερμα σου και απο δυσμων συναξω σε
6
ερω τω βορρα αγε και τω λιβι μη κωλυε αγε τους υιους μου απο γης πορρωθεν και τας θυγατερας μου απ' ακρων της γης
7
παντας οσοι επικεκληνται τω ονοματι μου εν γαρ τη δοξη μου κατεσκευασα αυτον και επλασα και εποιησα αυτον
8
και εξηγαγον λαον τυφλον και οφθαλμοι εισιν ωσαυτως τυφλοι και κωφοι τα ωτα εχοντες
9
παντα τα εθνη συνηχθησαν αμα και συναχθησονται αρχοντες εξ αυτων τις αναγγελει ταυτα η τα εξ αρχης τις αναγγελει υμιν αγαγετωσαν τους μαρτυρας αυτων και δικαιωθητωσαν και ειπατωσαν αληθη
10
γενεσθε μοι μαρτυρες καγω μαρτυς λεγει κυριος ο θεος και ο παις ον εξελεξαμην ινα γνωτε και πιστευσητε και συνητε οτι εγω ειμι εμπροσθεν μου ουκ εγενετο αλλος θεος και μετ' εμε ουκ εσται
11
εγω ο θεος και ουκ εστιν παρεξ εμου σωζων
12
ανηγγειλα και εσωσα ωνειδισα και ουκ ην εν υμιν αλλοτριος υμεις εμοι μαρτυρες καγω μαρτυς λεγει κυριος ο θεος
13
ετι απ' αρχης και ουκ εστιν ο εκ των χειρων μου εξαιρουμενος ποιησω και τις αποστρεψει αυτο
14
ουτως λεγει κυριος ο θεος ο λυτρουμενος υμας ο αγιος ισραηλ ενεκεν υμων αποστελω εις βαβυλωνα και επεγερω παντας φευγοντας και χαλδαιοι εν πλοιοις δεθησονται
15
εγω κυριος ο θεος ο αγιος υμων ο καταδειξας ισραηλ βασιλεα υμων
16
ουτως λεγει κυριος ο διδους οδον εν θαλασση και εν υδατι ισχυρω τριβον
17
ο εξαγαγων αρματα και ιππον και οχλον ισχυρον αλλα εκοιμηθησαν και ουκ αναστησονται εσβεσθησαν ως λινον εσβεσμενον
18
μη μνημονευετε τα πρωτα και τα αρχαια μη συλλογιζεσθε
19
ιδου ποιω καινα α νυν ανατελει και γνωσεσθε αυτα και ποιησω εν τη ερημω οδον και εν τη ανυδρω ποταμους
20
ευλογησει με τα θηρια του αγρου σειρηνες και θυγατερες στρουθων οτι εδωκα εν τη ερημω υδωρ και ποταμους εν τη ανυδρω ποτισαι το γενος μου το εκλεκτον
21
λαον μου ον περιεποιησαμην τας αρετας μου διηγεισθαι
22
ου νυν εκαλεσα σε ιακωβ ουδε κοπιασαι σε εποιησα ισραηλ
23
ουκ εμοι προβατα της ολοκαρπωσεως σου ουδε εν ταις θυσιαις σου εδοξασας με ουδε εγκοπον εποιησα σε εν λιβανω
24
ουδε εκτησω μοι αργυριου θυμιαμα ουδε το στεαρ των θυσιων σου επεθυμησα αλλα εν ταις αμαρτιαις σου και εν ταις αδικιαις σου προεστην σου
25
εγω ειμι εγω ειμι ο εξαλειφων τας ανομιας σου και ου μη μνησθησομαι
26
συ δε μνησθητι και κριθωμεν λεγε συ τας ανομιας σου πρωτος ινα δικαιωθης
27
οι πατερες υμων πρωτοι και οι αρχοντες αυτων ηνομησαν εις εμε
28
και εμιαναν οι αρχοντες τα αγια μου και εδωκα απολεσαι ιακωβ και ισραηλ εις ονειδισμον