1
νυν δε ακουσον παις μου ιακωβ και ισραηλ ον εξελεξαμην
2
ουτως λεγει κυριος ο θεος ο ποιησας σε και ο πλασας σε εκ κοιλιας ετι βοηθηθηση μη φοβου παις μου ιακωβ και ο ηγαπημενος ισραηλ ον εξελεξαμην
3
οτι εγω δωσω υδωρ εν διψει τοις πορευομενοις εν ανυδρω επιθησω το πνευμα μου επι το σπερμα σου και τας ευλογιας μου επι τα τεκνα σου
4
και ανατελουσιν ωσει χορτος ανα μεσον υδατος και ως ιτεα επι παραρρεον υδωρ
5
ουτος ερει του θεου ειμι και ουτος βοησεται επι τω ονοματι ιακωβ και ετερος επιγραψει του θεου ειμι επι τω ονοματι ισραηλ
6
ουτως λεγει ο θεος ο βασιλευς του ισραηλ ο ρυσαμενος αυτον θεος σαβαωθ εγω πρωτος και εγω μετα ταυτα πλην εμου ουκ εστιν θεος
7
τις ωσπερ εγω στητω καλεσατω και ετοιμασατω μοι αφ' ου εποιησα ανθρωπον εις τον αιωνα και τα επερχομενα προ του ελθειν αναγγειλατωσαν υμιν
8
μη παρακαλυπτεσθε ουκ απ' αρχης ηνωτισασθε και απηγγειλα υμιν μαρτυρες υμεις εστε ει εστιν θεος πλην εμου και ουκ ησαν τοτε
9
οι πλασσοντες και γλυφοντες παντες ματαιοι οι ποιουντες τα καταθυμια αυτων α ουκ ωφελησει αυτους αλλα αισχυνθησονται
10
παντες οι πλασσοντες θεον και γλυφοντες ανωφελη
11
και παντες οθεν εγενοντο εξηρανθησαν και κωφοι απο ανθρωπων συναχθητωσαν παντες και στητωσαν αμα εντραπητωσαν και αισχυνθητωσαν αμα
12
οτι ωξυνεν τεκτων σιδηρον σκεπαρνω ειργασατο αυτο και εν τερετρω ετρησεν αυτο ειργασατο αυτο εν τω βραχιονι της ισχυος αυτου και πεινασει και ασθενησει και ου μη πιη υδωρ εκλεξαμενος
13
τεκτων ξυλον εστησεν αυτο εν μετρω και εν κολλη ερρυθμισεν αυτο εποιησεν αυτο ως μορφην ανδρος και ως ωραιοτητα ανθρωπου στησαι αυτο εν οικω
14
ο εκοψεν ξυλον εκ του δρυμου ο εφυτευσεν κυριος και υετος εμηκυνεν
15
ινα η ανθρωποις εις καυσιν και λαβων απ' αυτου εθερμανθη και καυσαντες επεψαν αρτους επ' αυτων το δε λοιπον ειργασαντο εις θεους και προσκυνουσιν αυτους
16
ου το ημισυ αυτου κατεκαυσαν εν πυρι και καυσαντες επεψαν αρτους επ' αυτων και επ' αυτου κρεας οπτησας εφαγεν και ενεπλησθη και θερμανθεις ειπεν ηδυ μοι οτι εθερμανθην και ειδον πυρ
17
το δε λοιπον εποιησεν εις θεον γλυπτον και προσκυνει αυτω και προσευχεται λεγων εξελου με οτι θεος μου ει συ
18
ουκ εγνωσαν φρονησαι οτι απημαυρωθησαν του βλεπειν τοις οφθαλμοις αυτων και του νοησαι τη καρδια αυτων
19
και ουκ ελογισατο τη καρδια αυτου ουδε ανελογισατο εν τη ψυχη αυτου ουδε εγνω τη φρονησει οτι το ημισυ αυτου κατεκαυσεν εν πυρι και επεψεν επι των ανθρακων αυτου αρτους και οπτησας κρεας εφαγεν και το λοιπον αυτου εις βδελυγμα εποιησεν και προσκυνουσιν αυτω
20
γνωτε οτι σποδος η καρδια αυτων και πλανωνται και ουδεις δυναται εξελεσθαι την ψυχην αυτου ιδετε ουκ ερειτε οτι ψευδος εν τη δεξια μου
21
μνησθητι ταυτα ιακωβ και ισραηλ οτι παις μου ει συ επλασα σε παιδα μου και συ ισραηλ μη επιλανθανου μου
22
ιδου γαρ απηλειψα ως νεφελην τας ανομιας σου και ως γνοφον τας αμαρτιας σου επιστραφητι προς με και λυτρωσομαι σε
23
ευφρανθητε ουρανοι οτι ηλεησεν ο θεος τον ισραηλ σαλπισατε θεμελια της γης βοησατε ορη ευφροσυνην οι βουνοι και παντα τα ξυλα τα εν αυτοις οτι ελυτρωσατο ο θεος τον ιακωβ και ισραηλ δοξασθησεται
24
ουτως λεγει κυριος ο λυτρουμενος σε και ο πλασσων σε εκ κοιλιας εγω κυριος ο συντελων παντα εξετεινα τον ουρανον μονος και εστερεωσα την γην τις ετερος
25
διασκεδασει σημεια εγγαστριμυθων και μαντειας απο καρδιας αποστρεφων φρονιμους εις τα οπισω και την βουλην αυτων μωρευων
26
και ιστων ρηματα παιδος αυτου και την βουλην των αγγελων αυτου αληθευων ο λεγων ιερουσαλημ κατοικηθηση και ταις πολεσιν της ιουδαιας οικοδομηθησεσθε και τα ερημα αυτης ανατελει
27
ο λεγων τη αβυσσω ερημωθηση και τους ποταμους σου ξηρανω
28
ο λεγων κυρω φρονειν και παντα τα θεληματα μου ποιησει ο λεγων ιερουσαλημ οικοδομηθηση και τον οικον τον αγιον μου θεμελιωσω