1
ουτως λεγει κυριος ο θεος τω χριστω μου κυρω ου εκρατησα της δεξιας επακουσαι εμπροσθεν αυτου εθνη και ισχυν βασιλεων διαρρηξω ανοιξω εμπροσθεν αυτου θυρας και πολεις ου συγκλεισθησονται
2
εγω εμπροσθεν σου πορευσομαι και ορη ομαλιω θυρας χαλκας συντριψω και μοχλους σιδηρους συγκλασω
3
και δωσω σοι θησαυρους σκοτεινους αποκρυφους αορατους ανοιξω σοι ινα γνως οτι εγω κυριος ο θεος ο καλων το ονομα σου θεος ισραηλ
4
ενεκεν ιακωβ του παιδος μου και ισραηλ του εκλεκτου μου εγω καλεσω σε τω ονοματι σου και προσδεξομαι σε συ δε ουκ εγνως με
5
οτι εγω κυριος ο θεος και ουκ εστιν ετι πλην εμου θεος και ουκ ηδεις με
6
ινα γνωσιν οι απο ανατολων ηλιου και οι απο δυσμων οτι ουκ εστιν πλην εμου εγω κυριος ο θεος και ουκ εστιν ετι
7
εγω ο κατασκευασας φως και ποιησας σκοτος ο ποιων ειρηνην και κτιζων κακα εγω κυριος ο θεος ο ποιων ταυτα παντα
8
ευφρανθητω ο ουρανος ανωθεν και αι νεφελαι ρανατωσαν δικαιοσυνην ανατειλατω η γη ελεος και δικαιοσυνην ανατειλατω αμα εγω ειμι κυριος ο κτισας σε
9
ποιον βελτιον κατεσκευασα ως πηλον κεραμεως μη ο αροτριων αροτριασει την γην ολην την ημεραν μη ερει ο πηλος τω κεραμει τι ποιεις οτι ουκ εργαζη ουδε εχεις χειρας
10
ο λεγων τω πατρι τι γεννησεις και τη μητρι τι ωδινησεις
11
οτι ουτως λεγει κυριος ο θεος ο αγιος ισραηλ ο ποιησας τα επερχομενα ερωτησατε με περι των υιων μου και περι των θυγατερων μου και περι των εργων των χειρων μου εντειλασθε μοι
12
εγω εποιησα γην και ανθρωπον επ' αυτης εγω τη χειρι μου εστερεωσα τον ουρανον εγω πασι τοις αστροις ενετειλαμην
13
εγω ηγειρα αυτον μετα δικαιοσυνης βασιλεα και πασαι αι οδοι αυτου ευθειαι ουτος οικοδομησει την πολιν μου και την αιχμαλωσιαν του λαου μου επιστρεψει ου μετα λυτρων ουδε μετα δωρων ειπεν κυριος σαβαωθ
14
ουτως λεγει κυριος σαβαωθ εκοπιασεν αιγυπτος και εμπορια αιθιοπων και οι σεβωιν ανδρες υψηλοι επι σε διαβησονται και σοι εσονται δουλοι και οπισω σου ακολουθησουσιν δεδεμενοι χειροπεδαις και προσκυνησουσιν σοι και εν σοι προσευξονται οτι εν σοι ο θεος εστιν και ερουσιν ουκ εστιν θεος πλην σου
15
συ γαρ ει θεος και ουκ ηδειμεν ο θεος του ισραηλ σωτηρ
16
αισχυνθησονται και εντραπησονται παντες οι αντικειμενοι αυτω και πορευσονται εν αισχυνη εγκαινιζεσθε προς με νησοι
17
ισραηλ σωζεται υπο κυριου σωτηριαν αιωνιον ουκ αισχυνθησονται ουδε μη εντραπωσιν εως του αιωνος
18
ουτως λεγει κυριος ο ποιησας τον ουρανον ουτος ο θεος ο καταδειξας την γην και ποιησας αυτην αυτος διωρισεν αυτην ουκ εις κενον εποιησεν αυτην αλλα κατοικεισθαι εγω ειμι και ουκ εστιν ετι
19
ουκ εν κρυφη λελαληκα ουδε εν τοπω γης σκοτεινω ουκ ειπα τω σπερματι ιακωβ ματαιον ζητησατε εγω ειμι εγω ειμι κυριος λαλων δικαιοσυνην και αναγγελλων αληθειαν
20
συναχθητε και ηκετε βουλευσασθε αμα οι σωζομενοι απο των εθνων ουκ εγνωσαν οι αιροντες το ξυλον γλυμμα αυτων και προσευχομενοι ως προς θεους οι ου σωζουσιν
21
ει αναγγελουσιν εγγισατωσαν ινα γνωσιν αμα τις ακουστα εποιησεν ταυτα απ' αρχης τοτε ανηγγελη υμιν εγω ο θεος και ουκ εστιν αλλος πλην εμου δικαιος και σωτηρ ουκ εστιν παρεξ εμου
22
επιστραφητε προς με και σωθησεσθε οι απ' εσχατου της γης εγω ειμι ο θεος και ουκ εστιν αλλος
23
κατ' εμαυτου ομνυω η μην εξελευσεται εκ του στοματος μου δικαιοσυνη οι λογοι μου ουκ αποστραφησονται οτι εμοι καμψει παν γονυ και εξομολογησεται πασα γλωσσα τω θεω
24
λεγων δικαιοσυνη και δοξα προς αυτον ηξουσιν και αισχυνθησονται παντες οι αφοριζοντες εαυτους
25
απο κυριου δικαιωθησονται και εν τω θεω ενδοξασθησονται παν το σπερμα των υιων ισραηλ