1
καταβηθι καθισον επι την γην παρθενος θυγατηρ βαβυλωνος εισελθε εις το σκοτος θυγατηρ χαλδαιων οτι ουκετι προστεθηση κληθηναι απαλη και τρυφερα
2
λαβε μυλον αλεσον αλευρον αποκαλυψαι το κατακαλυμμα σου ανακαλυψαι τας πολιας ανασυραι τας κνημας διαβηθι ποταμους
3
ανακαλυφθησεται η αισχυνη σου φανησονται οι ονειδισμοι σου το δικαιον εκ σου λημψομαι ουκετι μη παραδω ανθρωποις
4
ειπεν ο ρυσαμενος σε κυριος σαβαωθ ονομα αυτω αγιος ισραηλ
5
καθισον κατανενυγμενη εισελθε εις το σκοτος θυγατηρ χαλδαιων ουκετι μη κληθης ισχυς βασιλειας
6
παρωξυνθην επι τω λαω μου εμιανας την κληρονομιαν μου εγω εδωκα εις την χειρα σου συ δε ουκ εδωκας αυτοις ελεος του πρεσβυτερου εβαρυνας τον ζυγον σφοδρα
7
και ειπας εις τον αιωνα εσομαι αρχουσα ουκ ενοησας ταυτα εν τη καρδια σου ουδε εμνησθης τα εσχατα
8
νυν δε ακουσον ταυτα η τρυφερα η καθημενη πεποιθυια η λεγουσα εν τη καρδια αυτης εγω ειμι και ουκ εστιν ετερα ου καθιω χηρα ουδε γνωσομαι ορφανειαν
9
νυν δε ηξει εξαιφνης επι σε τα δυο ταυτα εν μια ημερα χηρεια και ατεκνια ηξει εξαιφνης επι σε εν τη φαρμακεια σου εν τη ισχυι των επαοιδων σου σφοδρα
10
τη ελπιδι της πονηριας σου συ γαρ ειπας εγω ειμι και ουκ εστιν ετερα γνωθι οτι η συνεσις τουτων και η πορνεια σου εσται σοι αισχυνη και ειπας τη καρδια σου εγω ειμι και ουκ εστιν ετερα
11
και ηξει επι σε απωλεια και ου μη γνως βοθυνος και εμπεση εις αυτον και ηξει επι σε ταλαιπωρια και ου μη δυνηση καθαρα γενεσθαι και ηξει επι σε εξαπινης απωλεια και ου μη γνως
12
στηθι νυν εν ταις επαοιδαις σου και τη πολλη φαρμακεια σου α εμανθανες εκ νεοτητος σου ει δυνηση ωφεληθηναι
13
κεκοπιακας εν ταις βουλαις σου στητωσαν και σωσατωσαν σε οι αστρολογοι του ουρανου οι ορωντες τους αστερας αναγγειλατωσαν σοι τι μελλει επι σε ερχεσθαι
14
ιδου παντες ως φρυγανα επι πυρι κατακαησονται και ου μη εξελωνται την ψυχην αυτων εκ φλογος οτι εχεις ανθρακας πυρος καθισαι επ' αυτους
15
ουτοι εσονται σοι βοηθεια εκοπιασας εν τη μεταβολη σου εκ νεοτητος ανθρωπος καθ' εαυτον επλανηθη σοι δε ουκ εσται σωτηρια