1
ακουσατε ταυτα οικος ιακωβ οι κεκλημενοι τω ονοματι ισραηλ και οι εξ ιουδα εξελθοντες οι ομνυοντες τω ονοματι κυριου θεου ισραηλ μιμνησκομενοι ου μετα αληθειας ουδε μετα δικαιοσυνης
2
και αντεχομενοι τω ονοματι της πολεως της αγιας και επι τω θεω του ισραηλ αντιστηριζομενοι κυριος σαβαωθ ονομα αυτω
3
τα προτερα ετι ανηγγειλα και εκ του στοματος μου εξηλθεν και ακουστον εγενετο εξαπινα εποιησα και επηλθεν
4
γινωσκω εγω οτι σκληρος ει και νευρον σιδηρουν ο τραχηλος σου και το μετωπον σου χαλκουν
5
και ανηγγειλα σοι παλαι πριν ελθειν επι σε ακουστον σοι εποιησα μη ειπης οτι τα ειδωλα μου εποιησαν και μη ειπης οτι τα γλυπτα και τα χωνευτα ενετειλατο μοι
6
ηκουσατε παντα και υμεις ουκ εγνωτε αλλα και ακουστα σοι εποιησα τα καινα απο του νυν α μελλει γινεσθαι και ουκ ειπας
7
νυν γινεται και ου παλαι και ου προτεραις ημεραις ηκουσας αυτα μη ειπης οτι ναι γινωσκω αυτα
8
ουτε εγνως ουτε ηπιστω ουτε απ' αρχης ηνοιξα σου τα ωτα εγνων γαρ οτι αθετων αθετησεις και ανομος ετι εκ κοιλιας κληθηση
9
ενεκεν του εμου ονοματος δειξω σοι τον θυμον μου και τα ενδοξα μου επαξω επι σοι ινα μη εξολεθρευσω σε
10
ιδου πεπρακα σε ουχ ενεκεν αργυριου εξειλαμην δε σε εκ καμινου πτωχειας
11
ενεκεν εμου ποιησω σοι οτι το εμον ονομα βεβηλουται και την δοξαν μου ετερω ου δωσω
12
ακουε μου ιακωβ και ισραηλ ον εγω καλω εγω ειμι πρωτος και εγω ειμι εις τον αιωνα
13
και η χειρ μου εθεμελιωσεν την γην και η δεξια μου εστερεωσεν τον ουρανον καλεσω αυτους και στησονται αμα
14
και συναχθησονται παντες και ακουσονται τις αυτοις ανηγγειλεν ταυτα αγαπων σε εποιησα το θελημα σου επι βαβυλωνα του αραι σπερμα χαλδαιων
15
εγω ελαλησα εγω εκαλεσα ηγαγον αυτον και ευοδωσα την οδον αυτου
16
προσαγαγετε προς με και ακουσατε ταυτα ουκ απ' αρχης εν κρυφη ελαλησα ουδε εν τοπω γης σκοτεινω ηνικα εγενετο εκει ημην και νυν κυριος απεσταλκεν με και το πνευμα αυτου
17
ουτως λεγει κυριος ο ρυσαμενος σε ο αγιος ισραηλ εγω ειμι ο θεος σου δεδειχα σοι του ευρειν σε την οδον εν η πορευση εν αυτη
18
και ει ηκουσας των εντολων μου εγενετο αν ωσει ποταμος η ειρηνη σου και η δικαιοσυνη σου ως κυμα θαλασσης
19
και εγενετο αν ως η αμμος το σπερμα σου και τα εκγονα της κοιλιας σου ως ο χους της γης ουδε νυν ου μη εξολεθρευθης ουδε απολειται το ονομα σου ενωπιον μου
20
εξελθε εκ βαβυλωνος φευγων απο των χαλδαιων φωνην ευφροσυνης αναγγειλατε και ακουστον γενεσθω τουτο απαγγειλατε εως εσχατου της γης λεγετε ερρυσατο κυριος τον δουλον αυτου ιακωβ
21
και εαν διψησωσιν δι' ερημου αξει αυτους υδωρ εκ πετρας εξαξει αυτοις σχισθησεται πετρα και ρυησεται υδωρ και πιεται ο λαος μου
22
ουκ εστιν χαιρειν τοις ασεβεσιν λεγει κυριος