1
ακουσατε μου νησοι και προσεχετε εθνη δια χρονου πολλου στησεται λεγει κυριος εκ κοιλιας μητρος μου εκαλεσεν το ονομα μου
2
και εθηκεν το στομα μου ωσει μαχαιραν οξειαν και υπο την σκεπην της χειρος αυτου εκρυψεν με εθηκεν με ως βελος εκλεκτον και εν τη φαρετρα αυτου εσκεπασεν με
3
και ειπεν μοι δουλος μου ει συ ισραηλ και εν σοι δοξασθησομαι
4
και εγω ειπα κενως εκοπιασα και εις ματαιον και εις ουδεν εδωκα την ισχυν μου δια τουτο η κρισις μου παρα κυριω και ο πονος μου εναντιον του θεου μου
5
και νυν ουτως λεγει κυριος ο πλασας με εκ κοιλιας δουλον εαυτω του συναγαγειν τον ιακωβ και ισραηλ προς αυτον συναχθησομαι και δοξασθησομαι εναντιον κυριου και ο θεος μου εσται μου ισχυς
6
και ειπεν μοι μεγα σοι εστιν του κληθηναι σε παιδα μου του στησαι τας φυλας ιακωβ και την διασποραν του ισραηλ επιστρεψαι ιδου τεθεικα σε εις διαθηκην γενους εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης
7
ουτως λεγει κυριος ο ρυσαμενος σε ο θεος ισραηλ αγιασατε τον φαυλιζοντα την ψυχην αυτου τον βδελυσσομενον υπο των εθνων των δουλων των αρχοντων βασιλεις οψονται αυτον και αναστησονται αρχοντες και προσκυνησουσιν αυτω ενεκεν κυριου οτι πιστος εστιν ο αγιος ισραηλ και εξελεξαμην σε
8
ουτως λεγει κυριος καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι και εδωκα σε εις διαθηκην εθνων του καταστησαι την γην και κληρονομησαι κληρονομιαν ερημου
9
λεγοντα τοις εν δεσμοις εξελθατε και τοις εν τω σκοτει ανακαλυφθηναι και εν πασαις ταις οδοις αυτων βοσκηθησονται και εν πασαις ταις τριβοις η νομη αυτων
10
ου πεινασουσιν ουδε διψησουσιν ουδε παταξει αυτους καυσων ουδε ο ηλιος αλλα ο ελεων αυτους παρακαλεσει και δια πηγων υδατων αξει αυτους
11
και θησω παν ορος εις οδον και πασαν τριβον εις βοσκημα αυτοις
12
ιδου ουτοι πορρωθεν ερχονται ουτοι απο βορρα και ουτοι απο θαλασσης αλλοι δε εκ γης περσων
13
ευφραινεσθε ουρανοι και αγαλλιασθω η γη ρηξατωσαν τα ορη ευφροσυνην και οι βουνοι δικαιοσυνην οτι ηλεησεν ο θεος τον λαον αυτου και τους ταπεινους του λαου αυτου παρεκαλεσεν
14
ειπεν δε σιων εγκατελιπεν με κυριος και ο κυριος επελαθετο μου
15
μη επιλησεται γυνη του παιδιου αυτης του μη ελεησαι τα εκγονα της κοιλιας αυτης ει δε και επιλαθοιτο ταυτα γυνη αλλ' εγω ουκ επιλησομαι σου ειπεν κυριος
16
ιδου επι των χειρων μου εζωγραφησα σου τα τειχη και ενωπιον μου ει δια παντος
17
και ταχυ οικοδομηθηση υφ' ων καθηρεθης και οι ερημωσαντες σε εκ σου εξελευσονται
18
αρον κυκλω τους οφθαλμους σου και ιδε παντας ιδου συνηχθησαν και ηλθοσαν προς σε ζω εγω λεγει κυριος οτι παντας αυτους ενδυση και περιθηση αυτους ως κοσμον νυμφης
19
οτι τα ερημα σου και τα διεφθαρμενα και τα πεπτωκοτα νυν στενοχωρησει απο των κατοικουντων και μακρυνθησονται απο σου οι καταπινοντες σε
20
ερουσιν γαρ εις τα ωτα σου οι υιοι σου ους απολωλεκας στενος μοι ο τοπος ποιησον μοι τοπον ινα κατοικησω
21
και ερεις εν τη καρδια σου τις εγεννησεν μοι τουτους εγω δε ατεκνος και χηρα τουτους δε τις εξεθρεψεν μοι εγω δε κατελειφθην μονη ουτοι δε μοι που ησαν
22
ουτως λεγει κυριος ιδου αιρω εις τα εθνη την χειρα μου και εις τας νησους αρω συσσημον μου και αξουσιν τους υιους σου εν κολπω τας δε θυγατερας σου επ' ωμων αρουσιν
23
και εσονται βασιλεις τιθηνοι σου αι δε αρχουσαι τροφοι σου επι προσωπον της γης προσκυνησουσιν σοι και τον χουν των ποδων σου λειξουσιν και γνωση οτι εγω κυριος και ουκ αισχυνθηση
24
μη λημψεται τις παρα γιγαντος σκυλα και εαν αιχμαλωτευση τις αδικως σωθησεται
25
ουτως λεγει κυριος εαν τις αιχμαλωτευση γιγαντα λημψεται σκυλα λαμβανων δε παρα ισχυοντος σωθησεται εγω δε την κρισιν σου κρινω και εγω τους υιους σου ρυσομαι
26
και φαγονται οι θλιψαντες σε τας σαρκας αυτων και πιονται ως οινον νεον το αιμα αυτων και μεθυσθησονται και αισθανθησεται πασα σαρξ οτι εγω κυριος ο ρυσαμενος σε και αντιλαμβανομενος ισχυος ιακωβ