1
ασω δη τω ηγαπημενω ασμα του αγαπητου τω αμπελωνι μου αμπελων εγενηθη τω ηγαπημενω εν κερατι εν τοπω πιονι
2
και φραγμον περιεθηκα και εχαρακωσα και εφυτευσα αμπελον σωρηχ και ωκοδομησα πυργον εν μεσω αυτου και προληνιον ωρυξα εν αυτω και εμεινα του ποιησαι σταφυλην εποιησεν δε ακανθας
3
και νυν ανθρωπος του ιουδα και οι ενοικουντες εν ιερουσαλημ κρινατε εν εμοι και ανα μεσον του αμπελωνος μου
4
τι ποιησω ετι τω αμπελωνι μου και ουκ εποιησα αυτω διοτι εμεινα του ποιησαι σταφυλην εποιησεν δε ακανθας
5
νυν δε αναγγελω υμιν τι ποιησω τω αμπελωνι μου αφελω τον φραγμον αυτου και εσται εις διαρπαγην και καθελω τον τοιχον αυτου και εσται εις καταπατημα
6
και ανησω τον αμπελωνα μου και ου μη τμηθη ουδε μη σκαφη και αναβησεται εις αυτον ως εις χερσον ακανθα και ταις νεφελαις εντελουμαι του μη βρεξαι εις αυτον υετον
7
ο γαρ αμπελων κυριου σαβαωθ οικος του ισραηλ εστιν και ανθρωπος του ιουδα νεοφυτον ηγαπημενον εμεινα του ποιησαι κρισιν εποιησεν δε ανομιαν και ου δικαιοσυνην αλλα κραυγην
8
ουαι οι συναπτοντες οικιαν προς οικιαν και αγρον προς αγρον εγγιζοντες ινα του πλησιον αφελωνται τι μη οικησετε μονοι επι της γης
9
ηκουσθη γαρ εις τα ωτα κυριου σαβαωθ ταυτα εαν γαρ γενωνται οικιαι πολλαι εις ερημον εσονται μεγαλαι και καλαι και ουκ εσονται οι ενοικουντες εν αυταις
10
ου γαρ εργωνται δεκα ζευγη βοων ποιησει κεραμιον εν και ο σπειρων αρταβας εξ ποιησει μετρα τρια
11
ουαι οι εγειρομενοι το πρωι και το σικερα διωκοντες οι μενοντες το οψε ο γαρ οινος αυτους συγκαυσει
12
μετα γαρ κιθαρας και ψαλτηριου και τυμπανων και αυλων τον οινον πινουσιν τα δε εργα κυριου ουκ εμβλεπουσιν και τα εργα των χειρων αυτου ου κατανοουσιν
13
τοινυν αιχμαλωτος ο λαος μου εγενηθη δια το μη ειδεναι αυτους τον κυριον και πληθος εγενηθη νεκρων δια λιμον και διψαν υδατος
14
και επλατυνεν ο αδης την ψυχην αυτου και διηνοιξεν το στομα αυτου του μη διαλιπειν και καταβησονται οι ενδοξοι και οι μεγαλοι και οι πλουσιοι και οι λοιμοι αυτης
15
και ταπεινωθησεται ανθρωπος και ατιμασθησεται ανηρ και οι οφθαλμοι οι μετεωροι ταπεινωθησονται
16
και υψωθησεται κυριος σαβαωθ εν κριματι και ο θεος ο αγιος δοξασθησεται εν δικαιοσυνη
17
και βοσκηθησονται οι διηρπασμενοι ως ταυροι και τας ερημους των απειλημμενων αρνες φαγονται
18
ουαι οι επισπωμενοι τας αμαρτιας ως σχοινιω μακρω και ως ζυγου ιμαντι δαμαλεως τας ανομιας
19
οι λεγοντες το ταχος εγγισατω α ποιησει ινα ιδωμεν και ελθατω η βουλη του αγιου ισραηλ ινα γνωμεν
20
ουαι οι λεγοντες το πονηρον καλον και το καλον πονηρον οι τιθεντες το σκοτος φως και το φως σκοτος οι τιθεντες το πικρον γλυκυ και το γλυκυ πικρον
21
ουαι οι συνετοι εν εαυτοις και ενωπιον εαυτων επιστημονες
22
ουαι οι ισχυοντες υμων οι τον οινον πινοντες και οι δυνασται οι κεραννυντες το σικερα
23
οι δικαιουντες τον ασεβη ενεκεν δωρων και το δικαιον του δικαιου αιροντες
24
δια τουτο ον τροπον καυθησεται καλαμη υπο ανθρακος πυρος και συγκαυθησεται υπο φλογος ανειμενης η ριζα αυτων ως χνους εσται και το ανθος αυτων ως κονιορτος αναβησεται ου γαρ ηθελησαν τον νομον κυριου σαβαωθ αλλα το λογιον του αγιου ισραηλ παρωξυναν
25
και εθυμωθη οργη κυριος σαβαωθ επι τον λαον αυτου και επεβαλεν την χειρα αυτου επ' αυτους και επαταξεν αυτους και παρωξυνθη τα ορη και εγενηθη τα θνησιμαια αυτων ως κοπρια εν μεσω οδου και εν πασι τουτοις ουκ απεστραφη ο θυμος αλλ' ετι η χειρ υψηλη
26
τοιγαρουν αρει συσσημον εν τοις εθνεσιν τοις μακραν και συριει αυτοις απ' ακρου της γης και ιδου ταχυ κουφως ερχονται
27
ου πεινασουσιν ουδε κοπιασουσιν ουδε νυσταξουσιν ουδε κοιμηθησονται ουδε λυσουσιν τας ζωνας αυτων απο της οσφυος αυτων ουδε μη ραγωσιν οι ιμαντες των υποδηματων αυτων
28
ων τα βελη οξεια εστιν και τα τοξα αυτων εντεταμενα οι ποδες των ιππων αυτων ως στερεα πετρα ελογισθησαν οι τροχοι των αρματων αυτων ως καταιγις
29
ορμωσιν ως λεοντες και παρεστηκαν ως σκυμνος λεοντος και επιλημψεται και βοησει ως θηριου και εκβαλει και ουκ εσται ο ρυομενος αυτους
30
και βοησει δι' αυτους εν τη ημερα εκεινη ως φωνη θαλασσης κυμαινουσης και εμβλεψονται εις την γην και ιδου σκοτος σκληρον εν τη απορια αυτων