1
ακουσατε μου οι διωκοντες το δικαιον και ζητουντες τον κυριον εμβλεψατε εις την στερεαν πετραν ην ελατομησατε και εις τον βοθυνον του λακκου ον ωρυξατε
2
εμβλεψατε εις αβρααμ τον πατερα υμων και εις σαρραν την ωδινουσαν υμας οτι εις ην και εκαλεσα αυτον και ευλογησα αυτον και ηγαπησα αυτον και επληθυνα αυτον
3
και σε νυν παρακαλεσω σιων και παρεκαλεσα παντα τα ερημα αυτης και θησω τα ερημα αυτης ως παραδεισον κυριου ευφροσυνην και αγαλλιαμα ευρησουσιν εν αυτη εξομολογησιν και φωνην αινεσεως
4
ακουσατε μου ακουσατε λαος μου και οι βασιλεις προς με ενωτισασθε οτι νομος παρ' εμου εξελευσεται και η κρισις μου εις φως εθνων
5
εγγιζει ταχυ η δικαιοσυνη μου και εξελευσεται ως φως το σωτηριον μου και εις τον βραχιονα μου εθνη ελπιουσιν εμε νησοι υπομενουσιν και εις τον βραχιονα μου ελπιουσιν
6
αρατε εις τον ουρανον τους οφθαλμους υμων και εμβλεψατε εις την γην κατω οτι ο ουρανος ως καπνος εστερεωθη η δε γη ως ιματιον παλαιωθησεται οι δε κατοικουντες την γην ωσπερ ταυτα αποθανουνται το δε σωτηριον μου εις τον αιωνα εσται η δε δικαιοσυνη μου ου μη εκλιπη
7
ακουσατε μου οι ειδοτες κρισιν λαος μου ου ο νομος μου εν τη καρδια υμων μη φοβεισθε ονειδισμον ανθρωπων και τω φαυλισμω αυτων μη ηττασθε
8
ωσπερ γαρ ιματιον βρωθησεται υπο χρονου και ως ερια βρωθησεται υπο σητος η δε δικαιοσυνη μου εις τον αιωνα εσται το δε σωτηριον μου εις γενεας γενεων
9
εξεγειρου εξεγειρου ιερουσαλημ και ενδυσαι την ισχυν του βραχιονος σου εξεγειρου ως εν αρχη ημερας ως γενεα αιωνος ου συ ει
10
η ερημουσα θαλασσαν υδωρ αβυσσου πληθος η θεισα τα βαθη της θαλασσης οδον διαβασεως ρυομενοις
11
και λελυτρωμενοις υπο γαρ κυριου αποστραφησονται και ηξουσιν εις σιων μετ' ευφροσυνης και αγαλλιαματος αιωνιου επι γαρ της κεφαλης αυτων αγαλλιασις και αινεσις και ευφροσυνη καταλημψεται αυτους απεδρα οδυνη και λυπη και στεναγμος
12
εγω ειμι εγω ειμι ο παρακαλων σε γνωθι τινα ευλαβηθεισα εφοβηθης απο ανθρωπου θνητου και απο υιου ανθρωπου οι ωσει χορτος εξηρανθησαν
13
και επελαθου θεον τον ποιησαντα σε τον ποιησαντα τον ουρανον και θεμελιωσαντα την γην και εφοβου αει πασας τας ημερας το προσωπον του θυμου του θλιβοντος σε ον τροπον γαρ εβουλευσατο του αραι σε και νυν που ο θυμος του θλιβοντος σε
14
εν γαρ τω σωζεσθαι σε ου στησεται ουδε χρονιει
15
οτι εγω ο θεος σου ο ταρασσων την θαλασσαν και ηχων τα κυματα αυτης κυριος σαβαωθ ονομα μοι
16
θησω τους λογους μου εις το στομα σου και υπο την σκιαν της χειρος μου σκεπασω σε εν η εστησα τον ουρανον και εθεμελιωσα την γην και ερει σιων λαος μου ει συ
17
εξεγειρου εξεγειρου αναστηθι ιερουσαλημ η πιουσα το ποτηριον του θυμου εκ χειρος κυριου το ποτηριον γαρ της πτωσεως το κονδυ του θυμου εξεπιες και εξεκενωσας
18
και ουκ ην ο παρακαλων σε απο παντων των τεκνων σου ων ετεκες και ουκ ην ο αντιλαμβανομενος της χειρος σου ουδε απο παντων των υιων σου ων υψωσας
19
δυο ταυτα αντικειμενα σοι τις σοι συλλυπηθησεται πτωμα και συντριμμα λιμος και μαχαιρα τις σε παρακαλεσει
20
οι υιοι σου οι απορουμενοι οι καθευδοντες επ' ακρου πασης εξοδου ως σευτλιον ημιεφθον οι πληρεις θυμου κυριου εκλελυμενοι δια κυριου του θεου
21
δια τουτο ακουε τεταπεινωμενη και μεθυουσα ουκ απο οινου
22
ουτως λεγει κυριος ο θεος ο κρινων τον λαον αυτου ιδου ειληφα εκ της χειρος σου το ποτηριον της πτωσεως το κονδυ του θυμου και ου προσθηση ετι πιειν αυτο
23
και εμβαλω αυτο εις τας χειρας των αδικησαντων σε και των ταπεινωσαντων σε οι ειπαν τη ψυχη σου κυψον ινα παρελθωμεν και εθηκας ισα τη γη τα μεταφρενα σου εξω τοις παραπορευομενοις