1
εξεγειρου εξεγειρου σιων ενδυσαι την ισχυν σου σιων και ενδυσαι την δοξαν σου ιερουσαλημ πολις η αγια ουκετι προστεθησεται διελθειν δια σου απεριτμητος και ακαθαρτος
2
εκτιναξαι τον χουν και αναστηθι καθισον ιερουσαλημ εκδυσαι τον δεσμον του τραχηλου σου η αιχμαλωτος θυγατηρ σιων
3
οτι ταδε λεγει κυριος δωρεαν επραθητε και ου μετα αργυριου λυτρωθησεσθε
4
ουτως λεγει κυριος εις αιγυπτον κατεβη ο λαος μου το προτερον παροικησαι εκει και εις ασσυριους βια ηχθησαν
5
και νυν τι ωδε εστε ταδε λεγει κυριος οτι ελημφθη ο λαος μου δωρεαν θαυμαζετε και ολολυζετε ταδε λεγει κυριος δι' υμας δια παντος το ονομα μου βλασφημειται εν τοις εθνεσιν
6
δια τουτο γνωσεται ο λαος μου το ονομα μου εν τη ημερα εκεινη οτι εγω ειμι αυτος ο λαλων παρειμι
7
ως ωρα επι των ορεων ως ποδες ευαγγελιζομενου ακοην ειρηνης ως ευαγγελιζομενος αγαθα οτι ακουστην ποιησω την σωτηριαν σου λεγων σιων βασιλευσει σου ο θεος
8
οτι φωνη των φυλασσοντων σε υψωθη και τη φωνη αμα ευφρανθησονται οτι οφθαλμοι προς οφθαλμους οψονται ηνικα αν ελεηση κυριος την σιων
9
ρηξατω ευφροσυνην αμα τα ερημα ιερουσαλημ οτι ηλεησεν κυριος αυτην και ερρυσατο ιερουσαλημ
10
και αποκαλυψει κυριος τον βραχιονα αυτου τον αγιον ενωπιον παντων των εθνων και οψονται παντα τα ακρα της γης την σωτηριαν την παρα του θεου
11
αποστητε αποστητε εξελθατε εκειθεν και ακαθαρτου μη απτεσθε εξελθατε εκ μεσου αυτης αφορισθητε οι φεροντες τα σκευη κυριου
12
οτι ου μετα ταραχης εξελευσεσθε ουδε φυγη πορευσεσθε πορευσεται γαρ προτερος υμων κυριος και ο επισυναγων υμας κυριος ο θεος ισραηλ
13
ιδου συνησει ο παις μου και υψωθησεται και δοξασθησεται σφοδρα
14
ον τροπον εκστησονται επι σε πολλοι ουτως αδοξησει απο ανθρωπων το ειδος σου και η δοξα σου απο των ανθρωπων
15
ουτως θαυμασονται εθνη πολλα επ' αυτω και συνεξουσιν βασιλεις το στομα αυτων οτι οις ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν