1
ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα ειπεν γαρ κυριος
2
πλατυνον τον τοπον της σκηνης σου και των αυλαιων σου πηξον μη φειση μακρυνον τα σχοινισματα σου και τους πασσαλους σου κατισχυσον
3
ετι εις τα δεξια και εις τα αριστερα εκπετασον και το σπερμα σου εθνη κληρονομησει και πολεις ηρημωμενας κατοικιεις
4
μη φοβου οτι κατησχυνθης μηδε εντραπης οτι ωνειδισθης οτι αισχυνην αιωνιον επιληση και ονειδος της χηρειας σου ου μη μνησθηση
5
οτι κυριος ο ποιων σε κυριος σαβαωθ ονομα αυτω και ο ρυσαμενος σε αυτος θεος ισραηλ παση τη γη κληθησεται
6
ουχ ως γυναικα καταλελειμμενην και ολιγοψυχον κεκληκεν σε κυριος ουδ' ως γυναικα εκ νεοτητος μεμισημενην ειπεν ο θεος σου
7
χρονον μικρον κατελιπον σε και μετα ελεους μεγαλου ελεησω σε
8
εν θυμω μικρω απεστρεψα το προσωπον μου απο σου και εν ελεει αιωνιω ελεησω σε ειπεν ο ρυσαμενος σε κυριος
9
απο του υδατος του επι νωε τουτο μοι εστιν καθοτι ωμοσα αυτω εν τω χρονω εκεινω τη γη μη θυμωθησεσθαι επι σοι ετι μηδε εν απειλη σου
10
τα ορη μεταστησεσθαι ουδε οι βουνοι σου μετακινηθησονται ουτως ουδε το παρ' εμου σοι ελεος εκλειψει ουδε η διαθηκη της ειρηνης σου ου μη μεταστη ειπεν γαρ κυριος ιλεως σοι
11
ταπεινη και ακαταστατος ου παρεκληθης ιδου εγω ετοιμαζω σοι ανθρακα τον λιθον σου και τα θεμελια σου σαπφειρον
12
και θησω τας επαλξεις σου ιασπιν και τας πυλας σου λιθους κρυσταλλου και τον περιβολον σου λιθους εκλεκτους
13
και παντας τους υιους σου διδακτους θεου και εν πολλη ειρηνη τα τεκνα σου
14
και εν δικαιοσυνη οικοδομηθηση απεχου απο αδικου και ου φοβηθηση και τρομος ουκ εγγιει σοι
15
ιδου προσηλυτοι προσελευσονται σοι δι' εμου και επι σε καταφευξονται
16
ιδου εγω κτιζω σε ουχ ως χαλκευς φυσων ανθρακας και εκφερων σκευος εις εργον εγω δε εκτισα σε ουκ εις απωλειαν φθειραι
17
παν σκευος φθαρτον επι σε ουκ ευοδωσω και πασα φωνη αναστησεται επι σε εις κρισιν παντας αυτους ηττησεις οι δε ενοχοι σου εσονται εν αυτη εστιν κληρονομια τοις θεραπευουσιν κυριον και υμεις εσεσθε μοι δικαιοι λεγει κυριος