1
οι διψωντες πορευεσθε εφ' υδωρ και οσοι μη εχετε αργυριον βαδισαντες αγορασατε και πιετε ανευ αργυριου και τιμης οινου και στεαρ
2
ινα τι τιμασθε αργυριου και τον μοχθον υμων ουκ εις πλησμονην ακουσατε μου και φαγεσθε αγαθα και εντρυφησει εν αγαθοις η ψυχη υμων
3
προσεχετε τοις ωτιοις υμων και επακολουθησατε ταις οδοις μου επακουσατε μου και ζησεται εν αγαθοις η ψυχη υμων και διαθησομαι υμιν διαθηκην αιωνιον τα οσια δαυιδ τα πιστα
4
ιδου μαρτυριον εν εθνεσιν δεδωκα αυτον αρχοντα και προστασσοντα εθνεσιν
5
εθνη α ουκ ηδεισαν σε επικαλεσονται σε και λαοι οι ουκ επιστανται σε επι σε καταφευξονται ενεκεν του θεου σου του αγιου ισραηλ οτι εδοξασεν σε
6
ζητησατε τον θεον και εν τω ευρισκειν αυτον επικαλεσασθε ηνικα δ' αν εγγιζη υμιν
7
απολιπετω ο ασεβης τας οδους αυτου και ανηρ ανομος τας βουλας αυτου και επιστραφητω επι κυριον και ελεηθησεται οτι επι πολυ αφησει τας αμαρτιας υμων
8
ου γαρ εισιν αι βουλαι μου ωσπερ αι βουλαι υμων ουδε ωσπερ αι οδοι υμων αι οδοι μου λεγει κυριος
9
αλλ' ως απεχει ο ουρανος απο της γης ουτως απεχει η οδος μου απο των οδων υμων και τα διανοηματα υμων απο της διανοιας μου
10
ως γαρ εαν καταβη υετος η χιων εκ του ουρανου και ου μη αποστραφη εως αν μεθυση την γην και εκτεκη και εκβλαστηση και δω σπερμα τω σπειροντι και αρτον εις βρωσιν
11
ουτως εσται το ρημα μου ο εαν εξελθη εκ του στοματος μου ου μη αποστραφη εως αν συντελεσθη οσα ηθελησα και ευοδωσω τας οδους σου και τα ενταλματα μου
12
εν γαρ ευφροσυνη εξελευσεσθε και εν χαρα διδαχθησεσθε τα γαρ ορη και οι βουνοι εξαλουνται προσδεχομενοι υμας εν χαρα και παντα τα ξυλα του αγρου επικροτησει τοις κλαδοις
13
και αντι της στοιβης αναβησεται κυπαρισσος αντι δε της κονυζης αναβησεται μυρσινη και εσται κυριος εις ονομα και εις σημειον αιωνιον και ουκ εκλειψει