1
ιδετε ως ο δικαιος απωλετο και ουδεις εκδεχεται τη καρδια και ανδρες δικαιοι αιρονται και ουδεις κατανοει απο γαρ προσωπου αδικιας ηρται ο δικαιος
2
εσται εν ειρηνη η ταφη αυτου ηρται εκ του μεσου
3
υμεις δε προσαγαγετε ωδε υιοι ανομοι σπερμα μοιχων και πορνης
4
εν τινι ενετρυφησατε και επι τινα ηνοιξατε το στομα υμων και επι τινα εχαλασατε την γλωσσαν υμων ουχ υμεις εστε τεκνα απωλειας σπερμα ανομον
5
οι παρακαλουντες επι τα ειδωλα υπο δενδρα δασεα σφαζοντες τα τεκνα αυτων εν ταις φαραγξιν ανα μεσον των πετρων
6
εκεινη σου η μερις ουτος σου ο κληρος κακεινοις εξεχεας σπονδας κακεινοις ανηνεγκας θυσιας επι τουτοις ουν ουκ οργισθησομαι
7
επ' ορος υψηλον και μετεωρον εκει σου η κοιτη κακει ανεβιβασας θυσιας
8
και οπισω των σταθμων της θυρας σου εθηκας μνημοσυνα σου ωου οτι εαν απ' εμου αποστης πλειον τι εξεις ηγαπησας τους κοιμωμενους μετα σου
9
και επληθυνας την πορνειαν σου μετ' αυτων και πολλους εποιησας τους μακραν απο σου και απεστειλας πρεσβεις υπερ τα ορια σου και απεστρεψας και εταπεινωθης εως αδου
10
ταις πολυοδιαις σου εκοπιασας και ουκ ειπας παυσομαι ενισχυουσα οτι επραξας ταυτα δια τουτο ου κατεδεηθης μου
11
συ τινα ευλαβηθεισα εφοβηθης και εψευσω με και ουκ εμνησθης μου ουδε ελαβες με εις την διανοιαν ουδε εις την καρδιαν σου καγω σε ιδων παρορω και εμε ουκ εφοβηθης
12
καγω απαγγελω την δικαιοσυνην μου και τα κακα σου α ουκ ωφελησουσιν σε
13
οταν αναβοησης εξελεσθωσαν σε εν τη θλιψει σου τουτους γαρ παντας ανεμος λημψεται και αποισει καταιγις οι δε αντεχομενοι μου κτησονται γην και κληρονομησουσιν το ορος το αγιον μου
14
και ερουσιν καθαρισατε απο προσωπου αυτου οδους και αρατε σκωλα απο της οδου του λαου μου
15
ταδε λεγει κυριος ο υψιστος ο εν υψηλοις κατοικων τον αιωνα αγιος εν αγιοις ονομα αυτω κυριος υψιστος εν αγιοις αναπαυομενος και ολιγοψυχοις διδους μακροθυμιαν και διδους ζωην τοις συντετριμμενοις την καρδιαν
16
ουκ εις τον αιωνα εκδικησω υμας ουδε δια παντος οργισθησομαι υμιν πνευμα γαρ παρ' εμου εξελευσεται και πνοην πασαν εγω εποιησα
17
δι' αμαρτιαν βραχυ τι ελυπησα αυτον και επαταξα αυτον και απεστρεψα το προσωπον μου απ' αυτου και ελυπηθη και επορευθη στυγνος εν ταις οδοις αυτου
18
τας οδους αυτου εωρακα και ιασαμην αυτον και παρεκαλεσα αυτον και εδωκα αυτω παρακλησιν αληθινην
19
ειρηνην επ' ειρηνην τοις μακραν και τοις εγγυς ουσιν και ειπεν κυριος ιασομαι αυτους
20
οι δε αδικοι ουτως κλυδωνισθησονται και αναπαυσασθαι ου δυνησονται
21
ουκ εστιν χαιρειν τοις ασεβεσιν ειπεν κυριος ο θεος