1
μη ουκ ισχυει η χειρ κυριου του σωσαι η εβαρυνεν το ους αυτου του μη εισακουσαι
2
αλλα τα αμαρτηματα υμων διιστωσιν ανα μεσον υμων και του θεου και δια τας αμαρτιας υμων απεστρεψεν το προσωπον αυτου αφ' υμων του μη ελεησαι
3
αι γαρ χειρες υμων μεμολυμμεναι αιματι και οι δακτυλοι υμων εν αμαρτιαις τα δε χειλη υμων ελαλησεν ανομιαν και η γλωσσα υμων αδικιαν μελετα
4
ουδεις λαλει δικαια ουδε εστιν κρισις αληθινη πεποιθασιν επι ματαιοις και λαλουσιν κενα οτι κυουσιν πονον και τικτουσιν ανομιαν
5
ωα ασπιδων ερρηξαν και ιστον αραχνης υφαινουσιν και ο μελλων των ωων αυτων φαγειν συντριψας ουριον ευρεν και εν αυτω βασιλισκος
6
ο ιστος αυτων ουκ εσται εις ιματιον ουδε μη περιβαλωνται απο των εργων αυτων τα γαρ εργα αυτων εργα ανομιας
7
οι δε ποδες αυτων επι πονηριαν τρεχουσιν ταχινοι εκχεαι αιμα και οι διαλογισμοι αυτων διαλογισμοι αφρονων συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων
8
και οδον ειρηνης ουκ οιδασιν και ουκ εστιν κρισις εν ταις οδοις αυτων αι γαρ τριβοι αυτων διεστραμμεναι ας διοδευουσιν και ουκ οιδασιν ειρηνην
9
δια τουτο απεστη η κρισις απ' αυτων και ου μη καταλαβη αυτους δικαιοσυνη υπομειναντων αυτων φως εγενετο αυτοις σκοτος μειναντες αυγην εν αωρια περιεπατησαν
10
ψηλαφησουσιν ως τυφλοι τοιχον και ως ουχ υπαρχοντων οφθαλμων ψηλαφησουσιν και πεσουνται εν μεσημβρια ως εν μεσονυκτιω ως αποθνησκοντες στεναξουσιν
11
ως αρκος και ως περιστερα αμα πορευσονται ανεμειναμεν κρισιν και ουκ εστιν σωτηρια μακραν αφεστηκεν αφ' ημων
12
πολλη γαρ ημων η ανομια εναντιον σου και αι αμαρτιαι ημων αντεστησαν ημιν αι γαρ ανομιαι ημων εν ημιν και τα αδικηματα ημων εγνωμεν
13
ησεβησαμεν και εψευσαμεθα και απεστημεν απο οπισθεν του θεου ημων ελαλησαμεν αδικα και ηπειθησαμεν εκυομεν και εμελετησαμεν απο καρδιας ημων λογους αδικους
14
και απεστησαμεν οπισω την κρισιν και η δικαιοσυνη μακραν αφεστηκεν οτι καταναλωθη εν ταις οδοις αυτων η αληθεια και δι' ευθειας ουκ ηδυναντο διελθειν
15
και η αληθεια ηρται και μετεστησαν την διανοιαν του συνιεναι και ειδεν κυριος και ουκ ηρεσεν αυτω οτι ουκ ην κρισις
16
και ειδεν και ουκ ην ανηρ και κατενοησεν και ουκ ην ο αντιλημψομενος και ημυνατο αυτους τω βραχιονι αυτου και τη ελεημοσυνη εστηρισατο
17
και ενεδυσατο δικαιοσυνην ως θωρακα και περιεθετο περικεφαλαιαν σωτηριου επι της κεφαλης και περιεβαλετο ιματιον εκδικησεως και το περιβολαιον
18
ως ανταποδωσων ανταποδοσιν ονειδος τοις υπεναντιοις
19
και φοβηθησονται οι απο δυσμων το ονομα κυριου και οι απ' ανατολων ηλιου το ονομα το ενδοξον ηξει γαρ ως ποταμος βιαιος η οργη παρα κυριου ηξει μετα θυμου
20
και ηξει ενεκεν σιων ο ρυομενος και αποστρεψει ασεβειας απο ιακωβ
21
και αυτη αυτοις η παρ' εμου διαθηκη ειπεν κυριος το πνευμα το εμον ο εστιν επι σοι και τα ρηματα α εδωκα εις το στομα σου ου μη εκλιπη εκ του στοματος σου και εκ του στοματος του σπερματος σου ειπεν γαρ κυριος απο του νυν και εις τον αιωνα