1
φωτιζου φωτιζου ιερουσαλημ ηκει γαρ σου το φως και η δοξα κυριου επι σε ανατεταλκεν
2
ιδου σκοτος και γνοφος καλυψει γην επ' εθνη επι δε σε φανησεται κυριος και η δοξα αυτου επι σε οφθησεται
3
και πορευσονται βασιλεις τω φωτι σου και εθνη τη λαμπροτητι σου
4
αρον κυκλω τους οφθαλμους σου και ιδε συνηγμενα τα τεκνα σου ιδου ηκασιν παντες οι υιοι σου μακροθεν και αι θυγατερες σου επ' ωμων αρθησονται
5
τοτε οψη και φοβηθηση και εκστηση τη καρδια οτι μεταβαλει εις σε πλουτος θαλασσης και εθνων και λαων και ηξουσιν σοι
6
αγελαι καμηλων και καλυψουσιν σε καμηλοι μαδιαμ και γαιφα παντες εκ σαβα ηξουσιν φεροντες χρυσιον και λιβανον οισουσιν και το σωτηριον κυριου ευαγγελιουνται
7
και παντα τα προβατα κηδαρ συναχθησονται σοι και κριοι ναβαιωθ ηξουσιν σοι και ανενεχθησεται δεκτα επι το θυσιαστηριον μου και ο οικος της προσευχης μου δοξασθησεται
8
τινες οιδε ως νεφελαι πετανται και ως περιστεραι συν νεοσσοις
9
εμε νησοι υπεμειναν και πλοια θαρσις εν πρωτοις αγαγειν τα τεκνα σου μακροθεν και τον αργυρον και τον χρυσον μετ' αυτων δια το ονομα κυριου το αγιον και δια το τον αγιον του ισραηλ ενδοξον ειναι
10
και οικοδομησουσιν αλλογενεις τα τειχη σου και οι βασιλεις αυτων παραστησονται σοι δια γαρ οργην μου επαταξα σε και δια ελεον ηγαπησα σε
11
και ανοιχθησονται αι πυλαι σου δια παντος ημερας και νυκτος ου κλεισθησονται εισαγαγειν προς σε δυναμιν εθνων και βασιλεις αγομενους
12
τα γαρ εθνη και οι βασιλεις οιτινες ου δουλευσουσιν σοι απολουνται και τα εθνη ερημια ερημωθησονται
13
και η δοξα του λιβανου προς σε ηξει εν κυπαρισσω και πευκη και κεδρω αμα δοξασαι τον τοπον τον αγιον μου
14
και πορευσονται προς σε δεδοικοτες υιοι ταπεινωσαντων σε και παροξυναντων σε και κληθηση πολις κυριου σιων αγιου ισραηλ
15
δια το γεγενησθαι σε εγκαταλελειμμενην και μεμισημενην και ουκ ην ο βοηθων και θησω σε αγαλλιαμα αιωνιον ευφροσυνην γενεων γενεαις
16
και θηλασεις γαλα εθνων και πλουτον βασιλεων φαγεσαι και γνωση οτι εγω κυριος ο σωζων σε και εξαιρουμενος σε θεος ισραηλ
17
και αντι χαλκου οισω σοι χρυσιον αντι δε σιδηρου οισω σοι αργυριον αντι δε ξυλων οισω σοι χαλκον αντι δε λιθων σιδηρον και δωσω τους αρχοντας σου εν ειρηνη και τους επισκοπους σου εν δικαιοσυνη
18
και ουκ ακουσθησεται ετι αδικια εν τη γη σου ουδε συντριμμα ουδε ταλαιπωρια εν τοις οριοις σου αλλα κληθησεται σωτηριον τα τειχη σου και αι πυλαι σου γλυμμα
19
και ουκ εσται σοι ο ηλιος εις φως ημερας ουδε ανατολη σεληνης φωτιει σοι την νυκτα αλλ' εσται σοι κυριος φως αιωνιον και ο θεος δοξα σου
20
ου γαρ δυσεται ο ηλιος σοι και η σεληνη σοι ουκ εκλειψει εσται γαρ κυριος σοι φως αιωνιον και αναπληρωθησονται αι ημεραι του πενθους σου
21
και ο λαος σου πας δικαιος και δι' αιωνος κληρονομησουσιν την γην φυλασσων το φυτευμα εργα χειρων αυτου εις δοξαν
22
ο ολιγοστος εσται εις χιλιαδας και ο ελαχιστος εις εθνος μεγα εγω κυριος κατα καιρον συναξω αυτους