1
πνευμα κυριου επ' εμε ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις απεσταλκεν με ιασασθαι τους συντετριμμενους τη καρδια κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν
2
καλεσαι ενιαυτον κυριου δεκτον και ημεραν ανταποδοσεως παρακαλεσαι παντας τους πενθουντας
3
δοθηναι τοις πενθουσιν σιων δοξαν αντι σποδου αλειμμα ευφροσυνης τοις πενθουσιν καταστολην δοξης αντι πνευματος ακηδιας και κληθησονται γενεαι δικαιοσυνης φυτευμα κυριου εις δοξαν
4
και οικοδομησουσιν ερημους αιωνιας εξηρημωμενας προτερον εξαναστησουσιν και καινιουσιν πολεις ερημους εξηρημωμενας εις γενεας
5
και ηξουσιν αλλογενεις ποιμαινοντες τα προβατα σου και αλλοφυλοι αροτηρες και αμπελουργοι
6
υμεις δε ιερεις κυριου κληθησεσθε λειτουργοι θεου ισχυν εθνων κατεδεσθε και εν τω πλουτω αυτων θαυμασθησεσθε
7
ουτως εκ δευτερας κληρονομησουσιν την γην και ευφροσυνη αιωνιος υπερ κεφαλης αυτων
8
εγω γαρ ειμι κυριος ο αγαπων δικαιοσυνην και μισων αρπαγματα εξ αδικιας και δωσω τον μοχθον αυτων δικαιοις και διαθηκην αιωνιον διαθησομαι αυτοις
9
και γνωσθησεται εν τοις εθνεσιν το σπερμα αυτων και τα εκγονα αυτων πας ο ορων αυτους επιγνωσεται αυτους οτι ουτοι εισιν σπερμα ηυλογημενον υπο θεου
10
και ευφροσυνη ευφρανθησονται επι κυριον αγαλλιασθω η ψυχη μου επι τω κυριω ενεδυσεν γαρ με ιματιον σωτηριου και χιτωνα ευφροσυνης ως νυμφιω περιεθηκεν μοι μιτραν και ως νυμφην κατεκοσμησεν με κοσμω
11
και ως γην αυξουσαν το ανθος αυτης και ως κηπος τα σπερματα αυτου ουτως ανατελει κυριος δικαιοσυνην και αγαλλιαμα εναντιον παντων των εθνων