1
δια σιων ου σιωπησομαι και δια ιερουσαλημ ουκ ανησω εως αν εξελθη ως φως η δικαιοσυνη μου το δε σωτηριον μου ως λαμπας καυθησεται
2
και οψονται εθνη την δικαιοσυνην σου και βασιλεις την δοξαν σου και καλεσει σε το ονομα σου το καινον ο ο κυριος ονομασει αυτο
3
και εση στεφανος καλλους εν χειρι κυριου και διαδημα βασιλειας εν χειρι θεου σου
4
και ουκετι κληθηση καταλελειμμενη και η γη σου ου κληθησεται ερημος σοι γαρ κληθησεται θελημα εμον και τη γη σου οικουμενη
5
και ως συνοικων νεανισκος παρθενω ουτως κατοικησουσιν οι υιοι σου μετα σου και εσται ον τροπον ευφρανθησεται νυμφιος επι νυμφη ουτως ευφρανθησεται κυριος επι σοι
6
και επι των τειχεων σου ιερουσαλημ κατεστησα φυλακας ολην την ημεραν και ολην την νυκτα οι δια τελους ου σιωπησονται μιμνησκομενοι κυριου
7
ουκ εστιν γαρ υμιν ομοιος εαν διορθωση και ποιηση ιερουσαλημ αγαυριαμα επι της γης
8
ωμοσεν κυριος κατα της δεξιας αυτου και κατα της ισχυος του βραχιονος αυτου ει ετι δωσω τον σιτον σου και τα βρωματα σου τοις εχθροις σου και ει ετι πιονται υιοι αλλοτριοι τον οινον σου εφ' ω εμοχθησας
9
αλλ' η οι συναγοντες φαγονται αυτα και αινεσουσιν κυριον και οι συναγοντες πιονται αυτα εν ταις επαυλεσιν ταις αγιαις μου
10
πορευεσθε δια των πυλων μου και οδοποιησατε τω λαω μου και τους λιθους τους εκ της οδου διαρριψατε εξαρατε συσσημον εις τα εθνη
11
ιδου γαρ κυριος εποιησεν ακουστον εως εσχατου της γης ειπατε τη θυγατρι σιων ιδου σοι ο σωτηρ παραγινεται εχων τον εαυτου μισθον και το εργον προ προσωπου αυτου
12
και καλεσει αυτον λαον αγιον λελυτρωμενον υπο κυριου συ δε κληθηση επιζητουμενη πολις και ουκ εγκαταλελειμμενη