1
τις ουτος ο παραγινομενος εξ εδωμ ερυθημα ιματιων εκ βοσορ ουτως ωραιος εν στολη βια μετα ισχυος εγω διαλεγομαι δικαιοσυνην και κρισιν σωτηριου
2
δια τι σου ερυθρα τα ιματια και τα ενδυματα σου ως απο πατητου ληνου
3
πληρης καταπεπατημενης και των εθνων ουκ εστιν ανηρ μετ' εμου και κατεπατησα αυτους εν θυμω και κατεθλασα αυτους ως γην και κατηγαγον το αιμα αυτων εις γην
4
ημερα γαρ ανταποδοσεως επηλθεν αυτοις και ενιαυτος λυτρωσεως παρεστιν
5
και επεβλεψα και ουδεις βοηθος και προσενοησα και ουθεις αντελαμβανετο και ερρυσατο αυτους ο βραχιων μου και ο θυμος μου επεστη
6
και κατεπατησα αυτους τη οργη μου και κατηγαγον το αιμα αυτων εις γην
7
τον ελεον κυριου εμνησθην τας αρετας κυριου εν πασιν οις ο κυριος ημιν ανταποδιδωσιν κυριος κριτης αγαθος τω οικω ισραηλ επαγει ημιν κατα το ελεος αυτου και κατα το πληθος της δικαιοσυνης αυτου
8
και ειπεν ουχ ο λαος μου τεκνα ου μη αθετησωσιν και εγενετο αυτοις εις σωτηριαν
9
εκ πασης θλιψεως ου πρεσβυς ουδε αγγελος αλλ' αυτος κυριος εσωσεν αυτους δια το αγαπαν αυτους και φειδεσθαι αυτων αυτος ελυτρωσατο αυτους και ανελαβεν αυτους και υψωσεν αυτους πασας τας ημερας του αιωνος
10
αυτοι δε ηπειθησαν και παρωξυναν το πνευμα το αγιον αυτου και εστραφη αυτοις εις εχθραν και αυτος επολεμησεν αυτους
11
και εμνησθη ημερων αιωνιων ο αναβιβασας εκ της γης τον ποιμενα των προβατων που εστιν ο θεις εν αυτοις το πνευμα το αγιον
12
ο αγαγων τη δεξια μωυσην ο βραχιων της δοξης αυτου κατισχυσεν υδωρ απο προσωπου αυτου ποιησαι αυτω ονομα αιωνιον
13
ηγαγεν αυτους δια της αβυσσου ως ιππον δι' ερημου και ουκ εκοπιασαν
14
και ως κτηνη δια πεδιου κατεβη πνευμα παρα κυριου και ωδηγησεν αυτους ουτως ηγαγες τον λαον σου ποιησαι σεαυτω ονομα δοξης
15
επιστρεψον εκ του ουρανου και ιδε εκ του οικου του αγιου σου και δοξης που εστιν ο ζηλος σου και η ισχυς σου που εστιν το πληθος του ελεους σου και των οικτιρμων σου οτι ανεσχου ημων
16
συ γαρ ημων ει πατηρ οτι αβρααμ ουκ εγνω ημας και ισραηλ ουκ επεγνω ημας αλλα συ κυριε πατηρ ημων ρυσαι ημας απ' αρχης το ονομα σου εφ' ημας εστιν
17
τι επλανησας ημας κυριε απο της οδου σου εσκληρυνας ημων τας καρδιας του μη φοβεισθαι σε επιστρεψον δια τους δουλους σου δια τας φυλας της κληρονομιας σου
18
ινα μικρον κληρονομησωμεν του ορους του αγιου σου οι υπεναντιοι ημων κατεπατησαν το αγιασμα σου
19
εγενομεθα ως το απ' αρχης οτε ουκ ηρξας ημων ουδε επεκληθη το ονομα σου εφ' ημας εαν ανοιξης τον ουρανον τρομος λημψεται απο σου ορη και τακησονται