1
ως κηρος απο πυρος τηκεται και κατακαυσει πυρ τους υπεναντιους και φανερον εσται το ονομα κυριου εν τοις υπεναντιοις απο προσωπου σου εθνη ταραχθησονται
2
οταν ποιης τα ενδοξα τρομος λημψεται απο σου ορη
3
απο του αιωνος ουκ ηκουσαμεν ουδε οι οφθαλμοι ημων ειδον θεον πλην σου και τα εργα σου α ποιησεις τοις υπομενουσιν ελεον
4
συναντησεται γαρ τοις ποιουσιν το δικαιον και των οδων σου μνησθησονται ιδου συ ωργισθης και ημεις ημαρτομεν δια τουτο επλανηθημεν
5
και εγενηθημεν ως ακαθαρτοι παντες ημεις ως ρακος αποκαθημενης πασα η δικαιοσυνη ημων και εξερρυημεν ως φυλλα δια τας ανομιας ημων ουτως ανεμος οισει ημας
6
και ουκ εστιν ο επικαλουμενος το ονομα σου και ο μνησθεις αντιλαβεσθαι σου οτι απεστρεψας το προσωπον σου αφ' ημων και παρεδωκας ημας δια τας αμαρτιας ημων
7
και νυν κυριε πατηρ ημων συ ημεις δε πηλος εργον των χειρων σου παντες
8
μη οργιζου ημιν σφοδρα και μη εν καιρω μνησθης αμαρτιων ημων και νυν επιβλεψον οτι λαος σου παντες ημεις
9
πολις του αγιου σου εγενηθη ερημος σιων ως ερημος εγενηθη ιερουσαλημ εις καταραν
10
ο οικος το αγιον ημων και η δοξα ην ηυλογησαν οι πατερες ημων εγενηθη πυρικαυστος και παντα τα ενδοξα συνεπεσεν
11
και επι πασι τουτοις ανεσχου κυριε και εσιωπησας και εταπεινωσας ημας σφοδρα