1
εμφανης εγενομην τοις εμε μη ζητουσιν ευρεθην τοις εμε μη επερωτωσιν ειπα ιδου ειμι τω εθνει οι ουκ εκαλεσαν μου το ονομα
2
εξεπετασα τας χειρας μου ολην την ημεραν προς λαον απειθουντα και αντιλεγοντα οι ουκ επορευθησαν οδω αληθινη αλλ' οπισω των αμαρτιων αυτων
3
ο λαος ουτος ο παροξυνων με εναντιον εμου δια παντος αυτοι θυσιαζουσιν εν τοις κηποις και θυμιωσιν επι ταις πλινθοις τοις δαιμονιοις α ουκ εστιν
4
και εν τοις μνημασιν και εν τοις σπηλαιοις κοιμωνται δι' ενυπνια οι εσθοντες κρεα υεια και ζωμον θυσιων μεμολυμμενα παντα τα σκευη αυτων
5
οι λεγοντες πορρω απ' εμου μη εγγισης μου οτι καθαρος ειμι ουτος καπνος του θυμου μου πυρ καιεται εν αυτω πασας τας ημερας
6
ιδου γεγραπται ενωπιον μου ου σιωπησω εως αν αποδω εις τον κολπον αυτων
7
τας αμαρτιας αυτων και των πατερων αυτων λεγει κυριος οι εθυμιασαν επι των ορεων και επι των βουνων ωνειδισαν με αποδωσω τα εργα αυτων εις τον κολπον αυτων
8
ουτως λεγει κυριος ον τροπον ευρεθησεται ο ρωξ εν τω βοτρυι και ερουσιν μη λυμηνη αυτον οτι ευλογια κυριου εστιν εν αυτω ουτως ποιησω ενεκεν του δουλευοντος μοι τουτου ενεκεν ου μη απολεσω παντας
9
και εξαξω το εξ ιακωβ σπερμα και το εξ ιουδα και κληρονομησει το ορος το αγιον μου και κληρονομησουσιν οι εκλεκτοι μου και οι δουλοι μου και κατοικησουσιν εκει
10
και εσονται εν τω δρυμω επαυλεις ποιμνιων και φαραγξ αχωρ εις αναπαυσιν βουκολιων τω λαω μου οι εζητησαν με
11
υμεις δε οι εγκαταλιποντες με και επιλανθανομενοι το ορος το αγιον μου και ετοιμαζοντες τω δαιμονι τραπεζαν και πληρουντες τη τυχη κερασμα
12
εγω παραδωσω υμας εις μαχαιραν παντες εν σφαγη πεσεισθε οτι εκαλεσα υμας και ουχ υπηκουσατε ελαλησα και παρηκουσατε και εποιησατε το πονηρον εναντιον εμου και α ουκ εβουλομην εξελεξασθε
13
δια τουτο ταδε λεγει κυριος ιδου οι δουλευοντες μοι φαγονται υμεις δε πεινασετε ιδου οι δουλευοντες μοι πιονται υμεις δε διψησετε ιδου οι δουλευοντες μοι ευφρανθησονται υμεις δε αισχυνθησεσθε
14
ιδου οι δουλευοντες μοι αγαλλιασονται εν ευφροσυνη υμεις δε κεκραξεσθε δια τον πονον της καρδιας υμων και απο συντριβης πνευματος ολολυξετε
15
καταλειψετε γαρ το ονομα υμων εις πλησμονην τοις εκλεκτοις μου υμας δε ανελει κυριος τοις δε δουλευουσιν αυτω κληθησεται ονομα καινον
16
ο ευλογηθησεται επι της γης ευλογησουσιν γαρ τον θεον τον αληθινον και οι ομνυοντες επι της γης ομουνται τον θεον τον αληθινον επιλησονται γαρ την θλιψιν αυτων την πρωτην και ουκ αναβησεται αυτων επι την καρδιαν
17
εσται γαρ ο ουρανος καινος και η γη καινη και ου μη μνησθωσιν των προτερων ουδ' ου μη επελθη αυτων επι την καρδιαν
18
αλλ' ευφροσυνην και αγαλλιαμα ευρησουσιν εν αυτη οτι ιδου εγω ποιω ιερουσαλημ αγαλλιαμα και τον λαον μου ευφροσυνην
19
και αγαλλιασομαι επι ιερουσαλημ και ευφρανθησομαι επι τω λαω μου και ουκετι μη ακουσθη εν αυτη φωνη κλαυθμου ουδε φωνη κραυγης
20
και ου μη γενηται εκει αωρος και πρεσβυτης ος ουκ εμπλησει τον χρονον αυτου εσται γαρ ο νεος εκατον ετων ο δε αποθνησκων αμαρτωλος εκατον ετων και επικαταρατος εσται
21
και οικοδομησουσιν οικιας και αυτοι ενοικησουσιν και καταφυτευσουσιν αμπελωνας και αυτοι φαγονται τα γενηματα αυτων
22
και ου μη οικοδομησουσιν και αλλοι ενοικησουσιν και ου μη φυτευσουσιν και αλλοι φαγονται κατα γαρ τας ημερας του ξυλου της ζωης εσονται αι ημεραι του λαου μου τα εργα των πονων αυτων παλαιωσουσιν
23
οι δε εκλεκτοι μου ου κοπιασουσιν εις κενον ουδε τεκνοποιησουσιν εις καταραν οτι σπερμα ηυλογημενον υπο θεου εστιν και τα εκγονα αυτων μετ' αυτων εσονται
24
και εσται πριν κεκραξαι αυτους εγω επακουσομαι αυτων ετι λαλουντων αυτων ερω τι εστιν
25
τοτε λυκοι και αρνες βοσκηθησονται αμα και λεων ως βους φαγεται αχυρα οφις δε γην ως αρτον ουκ αδικησουσιν ουδε μη λυμανουνται επι τω ορει τω αγιω μου λεγει κυριος