1
ουτως λεγει κυριος ο ουρανος μοι θρονος η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι η ποιος τοπος της καταπαυσεως μου
2
παντα γαρ ταυτα εποιησεν η χειρ μου και εστιν εμα παντα ταυτα λεγει κυριος και επι τινα επιβλεψω αλλ' η επι τον ταπεινον και ησυχιον και τρεμοντα τους λογους μου
3
ο δε ανομος ο θυων μοι μοσχον ως ο αποκτεννων κυνα ο δε αναφερων σεμιδαλιν ως αιμα υειον ο διδους λιβανον εις μνημοσυνον ως βλασφημος και ουτοι εξελεξαντο τας οδους αυτων και τα βδελυγματα αυτων α η ψυχη αυτων ηθελησεν
4
καγω εκλεξομαι τα εμπαιγματα αυτων και τας αμαρτιας ανταποδωσω αυτοις οτι εκαλεσα αυτους και ουχ υπηκουσαν μου ελαλησα και ουκ ηκουσαν και εποιησαν το πονηρον εναντιον μου και α ουκ εβουλομην εξελεξαντο
5
ακουσατε το ρημα κυριου οι τρεμοντες τον λογον αυτου ειπατε αδελφοι ημων τοις μισουσιν ημας και βδελυσσομενοις ινα το ονομα κυριου δοξασθη και οφθη εν τη ευφροσυνη αυτων κακεινοι αισχυνθησονται
6
φωνη κραυγης εκ πολεως φωνη εκ ναου φωνη κυριου ανταποδιδοντος ανταποδοσιν τοις αντικειμενοις
7
πριν η την ωδινουσαν τεκειν πριν ελθειν τον πονον των ωδινων εξεφυγεν και ετεκεν αρσεν
8
τις ηκουσεν τοιουτο και τις εωρακεν ουτως η ωδινεν γη εν μια ημερα η και ετεχθη εθνος εις απαξ οτι ωδινεν και ετεκεν σιων τα παιδια αυτης
9
εγω δε εδωκα την προσδοκιαν ταυτην και ουκ εμνησθης μου ειπεν κυριος ουκ ιδου εγω γεννωσαν και στειραν εποιησα ειπεν ο θεος
10
ευφρανθητι ιερουσαλημ και πανηγυρισατε εν αυτη παντες οι αγαπωντες αυτην χαρητε χαρα παντες οσοι πενθειτε επ' αυτης
11
ινα θηλασητε και εμπλησθητε απο μαστου παρακλησεως αυτης ινα εκθηλασαντες τρυφησητε απο εισοδου δοξης αυτης
12
οτι ταδε λεγει κυριος ιδου εγω εκκλινω εις αυτους ως ποταμος ειρηνης και ως χειμαρρους επικλυζων δοξαν εθνων τα παιδια αυτων επ' ωμων αρθησονται και επι γονατων παρακληθησονται
13
ως ει τινα μητηρ παρακαλεσει ουτως και εγω παρακαλεσω υμας και εν ιερουσαλημ παρακληθησεσθε
14
και οψεσθε και χαρησεται υμων η καρδια και τα οστα υμων ως βοτανη ανατελει και γνωσθησεται η χειρ κυριου τοις σεβομενοις αυτον και απειλησει τοις απειθουσιν
15
ιδου γαρ κυριος ως πυρ ηξει και ως καταιγις τα αρματα αυτου αποδουναι εν θυμω εκδικησιν και αποσκορακισμον εν φλογι πυρος
16
εν γαρ τω πυρι κυριου κριθησεται πασα η γη και εν τη ρομφαια αυτου πασα σαρξ πολλοι τραυματιαι εσονται υπο κυριου
17
οι αγνιζομενοι και καθαριζομενοι εις τους κηπους και εν τοις προθυροις εσθοντες κρεας υειον και τα βδελυγματα και τον νυν επι το αυτο αναλωθησονται ειπεν κυριος
18
καγω τα εργα αυτων και τον λογισμον αυτων επισταμαι ερχομαι συναγαγειν παντα τα εθνη και τας γλωσσας και ηξουσιν και οψονται την δοξαν μου
19
και καταλειψω επ' αυτων σημεια και εξαποστελω εξ αυτων σεσωσμενους εις τα εθνη εις θαρσις και φουδ και λουδ και μοσοχ και θοβελ και εις την ελλαδα και εις τας νησους τας πορρω οι ουκ ακηκοασιν μου το ονομα ουδε εωρακασιν την δοξαν μου και αναγγελουσιν μου την δοξαν εν τοις εθνεσιν
20
και αξουσιν τους αδελφους υμων εκ παντων των εθνων δωρον κυριω μεθ' ιππων και αρματων εν λαμπηναις ημιονων μετα σκιαδιων εις την αγιαν πολιν ιερουσαλημ ειπεν κυριος ως αν ενεγκαισαν οι υιοι ισραηλ εμοι τας θυσιας αυτων μετα ψαλμων εις τον οικον κυριου
21
και απ' αυτων λημψομαι εμοι ιερεις και λευιτας ειπεν κυριος
22
ον τροπον γαρ ο ουρανος καινος και η γη καινη α εγω ποιω μενει ενωπιον μου λεγει κυριος ουτως στησεται το σπερμα υμων και το ονομα υμων
23
και εσται μηνα εκ μηνος και σαββατον εκ σαββατου ηξει πασα σαρξ ενωπιον μου προσκυνησαι εν ιερουσαλημ ειπεν κυριος
24
και εξελευσονται και οψονται τα κωλα των ανθρωπων των παραβεβηκοτων εν εμοι ο γαρ σκωληξ αυτων ου τελευτησει και το πυρ αυτων ου σβεσθησεται και εσονται εις ορασιν παση σαρκι .