1
και εγενετο εν ταις ημεραις αχαζ του ιωαθαμ του υιου οζιου βασιλεως ιουδα ανεβη ραασσων βασιλευς αραμ και φακεε υιος ρομελιου βασιλευς ισραηλ επι ιερουσαλημ πολεμησαι αυτην και ουκ ηδυνηθησαν πολιορκησαι αυτην
2
και ανηγγελη εις τον οικον δαυιδ λεγοντες συνεφωνησεν αραμ προς τον εφραιμ και εξεστη η ψυχη αυτου και η ψυχη του λαου αυτου ον τροπον οταν εν δρυμω ξυλον υπο πνευματος σαλευθη
3
και ειπεν κυριος προς ησαιαν εξελθε εις συναντησιν αχαζ συ και ο καταλειφθεις ιασουβ ο υιος σου προς την κολυμβηθραν της ανω οδου του αγρου του γναφεως
4
και ερεις αυτω φυλαξαι του ησυχασαι και μη φοβου μηδε η ψυχη σου ασθενειτω απο των δυο ξυλων των δαλων των καπνιζομενων τουτων οταν γαρ οργη του θυμου μου γενηται παλιν ιασομαι
5
και ο υιος του αραμ και ο υιος του ρομελιου οτι εβουλευσαντο βουλην πονηραν περι σου λεγοντες
6
αναβησομεθα εις την ιουδαιαν και συλλαλησαντες αυτοις αποστρεψομεν αυτους προς ημας και βασιλευσομεν αυτης τον υιον ταβεηλ
7
ταδε λεγει κυριος σαβαωθ ου μη εμμεινη η βουλη αυτη ουδε εσται
8
αλλ' η κεφαλη αραμ δαμασκος αλλ' ετι εξηκοντα και πεντε ετων εκλειψει η βασιλεια εφραιμ απο λαου
9
και η κεφαλη εφραιμ σομορων και η κεφαλη σομορων υιος του ρομελιου και εαν μη πιστευσητε ουδε μη συνητε
10
και προσεθετο κυριος λαλησαι τω αχαζ λεγων
11
αιτησαι σεαυτω σημειον παρα κυριου θεου σου εις βαθος η εις υψος
12
και ειπεν αχαζ ου μη αιτησω ουδ' ου μη πειρασω κυριον
13
και ειπεν ακουσατε δη οικος δαυιδ μη μικρον υμιν αγωνα παρεχειν ανθρωποις και πως κυριω παρεχετε αγωνα
14
δια τουτο δωσει κυριος αυτος υμιν σημειον ιδου η παρθενος εν γαστρι εξει και τεξεται υιον και καλεσεις το ονομα αυτου εμμανουηλ
15
βουτυρον και μελι φαγεται πριν η γνωναι αυτον η προελεσθαι πονηρα εκλεξεται το αγαθον
16
διοτι πριν η γνωναι το παιδιον αγαθον η κακον απειθει πονηρια του εκλεξασθαι το αγαθον και καταλειφθησεται η γη ην συ φοβη απο προσωπου των δυο βασιλεων
17
αλλα επαξει ο θεος επι σε και επι τον λαον σου και επι τον οικον του πατρος σου ημερας αι ουπω ηκασιν αφ' ης ημερας αφειλεν εφραιμ απο ιουδα τον βασιλεα των ασσυριων
18
και εσται εν τη ημερα εκεινη συριει κυριος μυιαις ο κυριευει μερους ποταμου αιγυπτου και τη μελισση η εστιν εν χωρα ασσυριων
19
και ελευσονται παντες και αναπαυσονται εν ταις φαραγξι της χωρας και εν ταις τρωγλαις των πετρων και εις τα σπηλαια και εις πασαν ραγαδα και εν παντι ξυλω
20
εν τη ημερα εκεινη ξυρησει κυριος τω ξυρω τω μεγαλω και μεμεθυσμενω ο εστιν περαν του ποταμου βασιλεως ασσυριων την κεφαλην και τας τριχας των ποδων και τον πωγωνα αφελει
21
και εσται εν τη ημερα εκεινη θρεψει ανθρωπος δαμαλιν βοων και δυο προβατα
22
και εσται απο του πλειστον ποιειν γαλα βουτυρον και μελι φαγεται πας ο καταλειφθεις επι της γης
23
και εσται εν τη ημερα εκεινη πας τοπος ου εαν ωσιν χιλιαι αμπελοι χιλιων σικλων εις χερσον εσονται και εις ακανθαν
24
μετα βελους και τοξευματος εισελευσονται εκει οτι χερσος και ακανθα εσται πασα η γη
25
και παν ορος αροτριωμενον αροτριαθησεται και ου μη επελθη εκει φοβος εσται γαρ απο της χερσου και ακανθης εις βοσκημα προβατου και εις καταπατημα βοος