1
και ειπεν κυριος προς με λαβε σεαυτω τομον καινου μεγαλου και γραψον εις αυτον γραφιδι ανθρωπου του οξεως προνομην ποιησαι σκυλων παρεστιν γαρ
2
και μαρτυρας μοι ποιησον πιστους ανθρωπους τον ουριαν και τον ζαχαριαν υιον βαραχιου
3
και προσηλθον προς την προφητιν και εν γαστρι ελαβεν και ετεκεν υιον και ειπεν κυριος μοι καλεσον το ονομα αυτου ταχεως σκυλευσον οξεως προνομευσον
4
διοτι πριν η γνωναι το παιδιον καλειν πατερα η μητερα λημψεται δυναμιν δαμασκου και τα σκυλα σαμαρειας εναντι βασιλεως ασσυριων
5
και προσεθετο κυριος λαλησαι μοι ετι
6
δια το μη βουλεσθαι τον λαον τουτον το υδωρ του σιλωαμ το πορευομενον ησυχη αλλα βουλεσθαι εχειν τον ραασσων και τον υιον ρομελιου βασιλεα εφ' υμων
7
δια τουτο ιδου αναγει κυριος εφ' υμας το υδωρ του ποταμου το ισχυρον και το πολυ τον βασιλεα των ασσυριων και την δοξαν αυτου και αναβησεται επι πασαν φαραγγα υμων και περιπατησει επι παν τειχος υμων
8
και αφελει απο της ιουδαιας ανθρωπον ος δυνησεται κεφαλην αραι η δυνατον συντελεσασθαι τι και εσται η παρεμβολη αυτου ωστε πληρωσαι το πλατος της χωρας σου μεθ' ημων ο θεος
9
γνωτε εθνη και ηττασθε επακουσατε εως εσχατου της γης ισχυκοτες ηττασθε εαν γαρ παλιν ισχυσητε παλιν ηττηθησεσθε
10
και ην αν βουλευσησθε βουλην διασκεδασει κυριος και λογον ον εαν λαλησητε ου μη εμμεινη υμιν οτι μεθ' ημων κυριος ο θεος
11
ουτως λεγει κυριος τη ισχυρα χειρι απειθουσιν τη πορεια της οδου του λαου τουτου λεγοντες
12
μηποτε ειπητε σκληρον παν γαρ ο εαν ειπη ο λαος ουτος σκληρον εστιν τον δε φοβον αυτου ου μη φοβηθητε ουδε μη ταραχθητε
13
κυριον αυτον αγιασατε και αυτος εσται σου φοβος
14
και εαν επ' αυτω πεποιθως ης εσται σοι εις αγιασμα και ουχ ως λιθου προσκομματι συναντησεσθε αυτω ουδε ως πετρας πτωματι ο δε οικος ιακωβ εν παγιδι και εν κοιλασματι εγκαθημενοι εν ιερουσαλημ
15
δια τουτο αδυνατησουσιν εν αυτοις πολλοι και πεσουνται και συντριβησονται και εγγιουσιν και αλωσονται ανθρωποι εν ασφαλεια οντες
16
τοτε φανεροι εσονται οι σφραγιζομενοι τον νομον του μη μαθειν
17
και ερει μενω τον θεον τον αποστρεψαντα το προσωπον αυτου απο του οικου ιακωβ και πεποιθως εσομαι επ' αυτω
18
ιδου εγω και τα παιδια α μοι εδωκεν ο θεος και εσται εις σημεια και τερατα εν τω οικω ισραηλ παρα κυριου σαβαωθ ος κατοικει εν τω ορει σιων
19
και εαν ειπωσιν προς υμας ζητησατε τους απο της γης φωνουντας και τους εγγαστριμυθους τους κενολογουντας οι εκ της κοιλιας φωνουσιν ουκ εθνος προς θεον αυτου τι εκζητουσιν περι των ζωντων τους νεκρους
20
νομον γαρ εις βοηθειαν εδωκεν ινα ειπωσιν ουχ ως το ρημα τουτο περι ου ουκ εστιν δωρα δουναι περι αυτου
21
και ηξει εφ' υμας σκληρα λιμος και εσται ως αν πεινασητε λυπηθησεσθε και κακως ερειτε τον αρχοντα και τα παταχρα και αναβλεψονται εις τον ουρανον ανω
22
και εις την γην κατω εμβλεψονται και ιδου θλιψις και στενοχωρια και σκοτος απορια στενη και σκοτος ωστε μη βλεπειν
23
και ουκ απορηθησεται ο εν στενοχωρια ων εως καιρου τουτο πρωτον ποιει ταχυ ποιει χωρα ζαβουλων η γη νεφθαλιμ οδον θαλασσης και οι λοιποι οι την παραλιαν κατοικουντες και περαν του ιορδανου γαλιλαια των εθνων τα μερη της ιουδαιας