1
ο λαος ο πορευομενος εν σκοτει ιδετε φως μεγα οι κατοικουντες εν χωρα και σκια θανατου φως λαμψει εφ' υμας
2
το πλειστον του λαου ο κατηγαγες εν ευφροσυνη σου και ευφρανθησονται ενωπιον σου ως οι ευφραινομενοι εν αμητω και ον τροπον οι διαιρουμενοι σκυλα
3
διοτι αφηρηται ο ζυγος ο επ' αυτων κειμενος και η ραβδος η επι του τραχηλου αυτων την γαρ ραβδον των απαιτουντων διεσκεδασεν κυριος ως τη ημερα τη επι μαδιαμ
4
οτι πασαν στολην επισυνηγμενην δολω και ιματιον μετα καταλλαγης αποτεισουσιν και θελησουσιν ει εγενηθησαν πυρικαυστοι
5
οτι παιδιον εγεννηθη ημιν υιος και εδοθη ημιν ου η αρχη εγενηθη επι του ωμου αυτου και καλειται το ονομα αυτου μεγαλης βουλης αγγελος εγω γαρ αξω ειρηνην επι τους αρχοντας ειρηνην και υγιειαν αυτω
6
μεγαλη η αρχη αυτου και της ειρηνης αυτου ουκ εστιν οριον επι τον θρονον δαυιδ και την βασιλειαν αυτου κατορθωσαι αυτην και αντιλαβεσθαι αυτης εν δικαιοσυνη και εν κριματι απο του νυν και εις τον αιωνα χρονον ο ζηλος κυριου σαβαωθ ποιησει ταυτα
7
θανατον απεστειλεν κυριος επι ιακωβ και ηλθεν επι ισραηλ
8
και γνωσονται πας ο λαος του εφραιμ και οι εγκαθημενοι εν σαμαρεια εφ' υβρει και υψηλη καρδια λεγοντες
9
πλινθοι πεπτωκασιν αλλα δευτε λαξευσωμεν λιθους και εκκοψωμεν συκαμινους και κεδρους και οικοδομησωμεν εαυτοις πυργον
10
και ραξει ο θεος τους επανιστανομενους επ' ορος σιων επ' αυτους και τους εχθρους αυτων διασκεδασει
11
συριαν αφ' ηλιου ανατολων και τους ελληνας αφ' ηλιου δυσμων τους κατεσθιοντας τον ισραηλ ολω τω στοματι επι τουτοις πασιν ουκ απεστραφη ο θυμος αλλ' ετι η χειρ υψηλη
12
και ο λαος ουκ απεστραφη εως επληγη και τον κυριον ουκ εξεζητησαν
13
και αφειλεν κυριος απο ισραηλ κεφαλην και ουραν μεγαν και μικρον εν μια ημερα
14
πρεσβυτην και τους τα προσωπα θαυμαζοντας αυτη η αρχη και προφητην διδασκοντα ανομα ουτος η ουρα
15
και εσονται οι μακαριζοντες τον λαον τουτον πλανωντες και πλανωσιν οπως καταπιωσιν αυτους
16
δια τουτο επι τους νεανισκους αυτων ουκ ευφρανθησεται ο θεος και τους ορφανους αυτων και τας χηρας αυτων ουκ ελεησει οτι παντες ανομοι και πονηροι και παν στομα λαλει αδικα επι πασιν τουτοις ουκ απεστραφη ο θυμος αλλ' ετι η χειρ υψηλη
17
και καυθησεται ως πυρ η ανομια και ως αγρωστις ξηρα βρωθησεται υπο πυρος και καυθησεται εν τοις δασεσι του δρυμου και συγκαταφαγεται τα κυκλω των βουνων παντα
18
δια θυμον οργης κυριου συγκεκαυται η γη ολη και εσται ο λαος ως υπο πυρος κατακεκαυμενος ανθρωπος τον αδελφον αυτου ουκ ελεησει
19
αλλα εκκλινει εις τα δεξια οτι πεινασει και φαγεται εκ των αριστερων και ου μη εμπλησθη ανθρωπος εσθων τας σαρκας του βραχιονος αυτου
20
φαγεται γαρ μανασση του εφραιμ και εφραιμ του μανασση οτι αμα πολιορκησουσιν τον ιουδαν επι τουτοις πασιν ουκ απεστραφη ο θυμος αλλ' ετι η χειρ υψηλη