1
και ανεστη μετα αβιμελεχ του σωσαι τον ισραηλ θωλα υιος φουα υιος πατραδελφου αυτου ανηρ ισσαχαρ και αυτος κατωκει εν σαμαρεια εν ορει εφραιμ
2
και εκρινεν τον ισραηλ εικοσι και τρια ετη και απεθανεν και εταφη εν σαμαρεια
3
και ανεστη μετ' αυτον ιαιρ ο γαλααδιτης και εκρινεν τον ισραηλ εικοσι και δυο ετη
4
και εγενοντο αυτω τριακοντα και δυο υιοι επιβεβηκοτες επι τριακοντα και δυο πωλους και τριακοντα και δυο πολεις αυτοις και εκαλεσεν αυτας επαυλεις ιαιρ εως της ημερας ταυτης αι εισιν εν τη γη γαλααδ
5
και απεθανεν ιαιρ και εταφη εν ραμμω
6
και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον εναντι κυριου και ελατρευσαν ταις βααλιμ και ταις ασταρωθ και τοις θεοις σιδωνος και τοις θεοις μωαβ και τοις θεοις υιων αμμων και τοις θεοις των αλλοφυλων και εγκατελιπον τον κυριον και ουκ εδουλευσαν αυτω
7
και εθυμωθη οργη κυριος εν τω ισραηλ και απεδοτο αυτους εν χειρι αλλοφυλων και εν χειρι υιων αμμων
8
και εσαθρωσαν και εθλασαν τους υιους ισραηλ εν τω ενιαυτω εκεινω οκτωκαιδεκα ετη παντας τους υιους ισραηλ εν τω περαν του ιορδανου εν τη γη του αμορραιου εν τη γαλααδιτιδι
9
και διεβησαν οι υιοι αμμων τον ιορδανην εκπολεμησαι και εν τω ιουδα και βενιαμιν και εν τω οικω εφραιμ και εθλιβησαν οι υιοι ισραηλ σφοδρα
10
και εκεκραξαν οι υιοι ισραηλ προς κυριον λεγοντες ημαρτομεν σοι οτι εγκατελιπομεν τον θεον ημων και ελατρευσαμεν ταις βααλιμ
11
και ειπεν κυριος προς τους υιους ισραηλ ουχι οι αιγυπτιοι και οι αμορραιοι και οι υιοι αμμων και μωαβ και οι αλλοφυλοι
12
και σιδωνιοι και μαδιαμ και αμαληκ εξεθλιψαν υμας και εκεκραξατε προς με και εσωσα υμας εκ χειρος αυτων
13
και υμεις εγκατελιπετε με και ελατρευσατε θεοις ετεροις δια τουτο ου προσθησω του σωσαι υμας
14
βαδιζετε και βοατε προς τους θεους ους εξελεξασθε εαυτοις και αυτοι σωσατωσαν υμας εν καιρω θλιψεως υμων
15
και ειπαν οι υιοι ισραηλ προς κυριον ημαρτομεν ποιησον συ ημιν κατα παντα οσα αν αρεσκη ενωπιον σου πλην κυριε εξελου ημας εν τη ημερα ταυτη
16
και μετεστησαν τους θεους τους αλλοτριους εκ μεσου αυτων και ελατρευσαν τω κυριω και ουκ ευηρεστησεν εν τω λαω και ωλιγοψυχησεν εν τω κοπω ισραηλ
17
και ανεβησαν οι υιοι αμμων και παρενεβαλον εν γαλααδ και εξηλθον οι υιοι ισραηλ και παρενεβαλον εν τη μασσηφα
18
και ειπον οι αρχοντες του λαου γαλααδ ανηρ προς τον πλησιον αυτου τις ανηρ ος αρξεται πολεμησαι εν τοις υιοις αμμων και εσται εις κεφαλην πασιν τοις κατοικουσιν γαλααδ