1
και συνηχθησαν οι υιοι εφραιμ και ηλθον εις σεφινα και ειπον προς ιεφθαε τι οτι επορευθης πολεμειν εν τοις υιοις αμμων και ημας ου κεκληκας πορευθηναι μετα σου τον οικον σου εμπρησομεν εν πυρι
2
και ειπεν προς αυτους ιεφθαε ανηρ αντιδικων ημην εγω και ο λαος μου και οι υιοι αμμων εταπεινουν με σφοδρα και εβοησα προς υμας και ουκ εσωσατε με εκ χειρος αυτων
3
και ειδον οτι ουκ ην ο σωζων και εθεμην την ψυχην μου εν τη χειρι μου και διεβην προς τους υιους αμμων και παρεδωκεν αυτους κυριος εν χειρι μου και ινα τι ανεβητε προς με τη ημερα ταυτη του πολεμειν εν εμοι
4
και συνηθροισεν ιεφθαε παντας τους ανδρας γαλααδ και επολεμει τον εφραιμ και επαταξαν ανδρες γαλααδ τον εφραιμ οτι ειπαν οι διασεσωσμενοι του εφραιμ υμεις γαλααδ εν μεσω εφραιμ και εν μεσω μανασση
5
και προκατελαβοντο ανδρες γαλααδ τας διαβασεις του ιορδανου του εφραιμ και εγενηθη οτι ειπαν οι διασεσωσμενοι του εφραιμ διαβωμεν και ειπαν αυτοις οι ανδρες γαλααδ μη υμεις εκ του εφραιμ και ειπαν ουκ εσμεν
6
και ειπαν αυτοις ειπατε δη συνθημα και ου κατηυθυναν του λαλησαι ουτως και επελαβοντο αυτων και εσφαξαν αυτους επι τας διαβασεις του ιορδανου και επεσαν εξ εφραιμ εν τω καιρω εκεινω δυο τεσσαρακοντα χιλιαδες
7
και εκρινεν ιεφθαε τον ισραηλ εξ ετη και απεθανεν ιεφθαε ο γαλααδιτης και εταφη εν τη πολει αυτου γαλααδ
8
και εκρινεν μετ' αυτον τον ισραηλ εσεβων εκ βαιθλεεμ
9
και εγενοντο αυτω τριακοντα υιοι και τριακοντα θυγατερες εξαπεσταλμεναι εξω και τριακοντα γυναικας εισηγαγεν τοις υιοις αυτου εξωθεν και εκρινεν τον ισραηλ επτα ετη
10
και απεθανεν εσεβων και εταφη εν βηθλεεμ
11
και εκρινεν μετ' αυτον τον ισραηλ αιλων ο ζαβουλωνιτης και εκρινεν τον ισραηλ δεκα ετη
12
και απεθανεν αιλων ο ζαβουλωνιτης εν αιλιμ και εθαψαν αυτον εν γη ζαβουλων
13
και εκρινεν μετ' αυτον τον ισραηλ λαβδων υιος σελλημ ο φρααθωνιτης
14
και εγενοντο αυτω τεσσαρακοντα υιοι και τριακοντα υιοι των υιων αυτου επιβεβηκοτες επι εβδομηκοντα πωλους και εκρινεν τον ισραηλ οκτω ετη
15
και απεθανεν λαβδων υιος σελλημ ο φρααθωνιτης και εταφη εν φρααθων εν γη εφραιμ εν ορει λανακ