1
και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον εναντιον κυριου και παρεδωκεν αυτους κυριος εν χειρι αλλοφυλων τεσσαρακοντα ετη
2
και εγενετο ανηρ εκ σαραα εκ της φυλης του δαν και ονομα αυτω μανωε και η γυνη αυτου στειρα και ουκ ετικτεν
3
και ωφθη αγγελος κυριου προς την γυναικα και ειπεν προς αυτην ιδου δη συ στειρα και ου τετοκας και εν γαστρι εξεις και τεξη υιον
4
και νυν φυλαξαι και μη πιης οινον και σικερα και μη φαγης παν ακαθαρτον
5
οτι ιδου συ εν γαστρι εξεις και τεξη υιον και ουκ αναβησεται σιδηρος επι την κεφαλην αυτου οτι ηγιασμενον ναζιραιον εσται τω θεω το παιδαριον εκ της γαστρος και αυτος αρξεται σωζειν τον ισραηλ εκ χειρος αλλοφυλων
6
και ηλθεν η γυνη και ειπεν τω ανδρι αυτης λεγουσα οτι ανθρωπος του θεου ηλθεν προς με και η ορασις αυτου ως ορασις αγγελου του θεου επιφανης σφοδρα και ηρωτων ποθεν εστιν και το ονομα αυτου ουκ απηγγειλεν μοι
7
και ειπεν μοι ιδου συ εν γαστρι εξεις και τεξη υιον και νυν μη πιης οινον και σικερα και μη φαγης πασαν ακαθαρσιαν οτι ναζιραιον θεου εσται το παιδαριον απο της γαστρος εως ημερας θανατου αυτου
8
και εδεηθη μανωε του κυριου και ειπεν εν εμοι κυριε ανθρωπος του θεου ον απεστειλας προς ημας ελθετω δη προς ημας και φωτισατω ημας τι ποιησωμεν τω παιδαριω τω τικτομενω
9
και επηκουσεν ο θεος της φωνης μανωε και παρεγενετο ο αγγελος του θεου ετι προς την γυναικα αυτης καθημενης εν τω αγρω και μανωε ο ανηρ αυτης ουκ ην μετ' αυτης
10
και εταχυνεν η γυνη και εξεδραμεν και απηγγειλεν τω ανδρι αυτης και ειπεν προς αυτον ιδου ωπται μοι ο ανηρ ο ελθων προς με τη ημερα εκεινη
11
και ανεστη μανωε και επορευθη οπισω της γυναικος αυτου προς τον ανδρα και ειπεν αυτω ει συ ει ο ανηρ ο λαλησας προς την γυναικα και ειπεν ο αγγελος εγω
12
και ειπεν μανωε νυν δη ελθοντος του ρηματος σου τι εσται το κριμα του παιδαριου και τα εργα αυτου
13
και ειπεν ο αγγελος κυριου προς μανωε απο παντων ων ειπα προς την γυναικα φυλαξασθω
14
απο παντων οσα εκπορευεται εξ αμπελου ου φαγεται και οινον και σικερα μη πιετω και παν ακαθαρτον μη φαγετω παντα οσα ενετειλαμην αυτη φυλαξασθω
15
και ειπεν μανωε προς τον αγγελον κυριου βιασωμεθα δη σε και ποιησομεν ενωπιον σου εριφον αιγων
16
και ειπεν ο αγγελος κυριου προς μανωε εαν βιαση με ου φαγομαι των αρτων σου και εαν ποιησης ολοκαυτωμα κυριω ανοισεις αυτο οτι ουκ εγνω μανωε οτι αγγελος κυριου εστιν
17
και ειπεν μανωε προς τον αγγελον κυριου τι ονομα σοι ινα οταν ελθη το ρημα σου δοξασωμεν σε
18
και ειπεν αυτω ο αγγελος κυριου ινα τι τουτο ερωτας το ονομα μου και αυτο εστιν θαυμαστον
19
και ελαβεν μανωε τον εριφον των αιγων και την θυσιαν και ανηνεγκεν επι την πετραν τω κυριω τω θαυμαστα ποιουντι κυριω και μανωε και η γυνη αυτου εθεωρουν
20
και εγενετο εν τω αναβηναι την φλογα επανωθεν του θυσιαστηριου εις τον ουρανον και ανεβη ο αγγελος κυριου εν τη φλογι και μανωε και η γυνη αυτου εθεωρουν και επεσον επι προσωπον αυτων επι την γην
21
και ου προσεθηκεν ετι ο αγγελος κυριου οφθηναι προς μανωε και προς την γυναικα αυτου τοτε εγνω μανωε οτι αγγελος κυριου εστιν
22
και ειπεν μανωε προς την γυναικα αυτου θανατω αποθανουμεθα οτι θεον εωρακαμεν
23
και ειπεν αυτω η γυνη αυτου ει εβουλετο κυριος θανατωσαι ημας ουκ αν εδεξατο εκ των χειρων ημων ολοκαυτωμα και θυσιαν και ουκ αν εφωτισεν ημας παντα ταυτα και ουκ αν ακουστα εποιησεν ημιν ταυτα
24
και ετεκεν η γυνη υιον και εκαλεσεν το ονομα αυτου σαμψων και ηυλογησεν αυτον κυριος και ηυξηθη το παιδαριον
25
και ηρξατο πνευμα κυριου συμπορευεσθαι αυτω εν παρεμβολη δαν ανα μεσον σαραα και ανα μεσον εσθαολ