1
και κατεβη σαμψων εις θαμναθα και ειδεν γυναικα εν θαμναθα εκ των θυγατερων των αλλοφυλων και ηρεσεν ενωπιον αυτου
2
και ανεβη και απηγγειλεν τω πατρι αυτου και τη μητρι αυτου και ειπεν γυναικα εωρακα εν θαμναθα απο των θυγατερων των αλλοφυλων και νυν λαβετε μοι αυτην εις γυναικα
3
και ειπεν αυτω ο πατηρ αυτου και η μητηρ αυτου μη ουκ εστιν απο των θυγατερων των αδελφων σου και εν παντι τω λαω μου γυνη οτι συ πορευη λαβειν γυναικα εκ των αλλοφυλων των απεριτμητων και ειπεν σαμψων προς τον πατερα αυτου ταυτην λαβε μοι οτι ηρεσεν εν οφθαλμοις μου
4
και ο πατηρ αυτου και η μητηρ αυτου ουκ εγνωσαν οτι παρα κυριου εστιν οτι ανταποδομα αυτος εκζητει εκ των αλλοφυλων και εν τω καιρω εκεινω αλλοφυλοι εκυριευον των υιων ισραηλ
5
και κατεβη σαμψων και ο πατηρ αυτου και η μητηρ αυτου εις θαμναθα και εξεκλινεν εις αμπελωνα θαμναθα και ιδου σκυμνος λεοντων ωρυομενος εις απαντησιν αυτου
6
και κατηυθυνεν επ' αυτον πνευμα κυριου και διεσπασεν αυτον ωσει διασπασαι εριφον αιγων και ουδεν ην εν τη χειρι αυτου και ουκ απηγγειλεν τω πατρι αυτου ουδε τη μητρι α εποιησεν
7
και κατεβησαν και ελαλησαν τη γυναικι και ηρεσεν ενωπιον σαμψων
8
και επεστρεψεν μεθ' ημερας λαβειν αυτην και εξεκλινεν ιδειν το πτωμα του λεοντος και ιδου συστροφη μελισσων εν τω στοματι του λεοντος και μελι ην
9
και εξειλεν αυτο εις το στομα αυτου και επορευθη πορευομενος και εσθων και επορευθη προς τον πατερα αυτου και προς την μητερα αυτου και εδωκεν αυτοις και εφαγον και ουκ απηγγειλεν αυτοις οτι εκ της εξεως του λεοντος εξειλεν το μελι
10
και κατεβη ο πατηρ αυτου προς την γυναικα και εποιησεν εκει σαμψων ποτον ημερας επτα οτι ουτως εποιουν οι νεανισκοι
11
και εγενετο εν τω φοβεισθαι αυτους αυτον προσκατεστησαν αυτω εταιρους τριακοντα και ησαν μετ' αυτου
12
και ειπεν αυτοις σαμψων προβαλω υμιν προβλημα και εαν απαγγειλητε μοι το προβλημα εν ταις επτα ημεραις του ποτου δωσω υμιν τριακοντα σινδονας και τριακοντα στολας
13
και εαν μη δυνασθητε απαγγειλαι μοι και δωσετε υμεις εμοι τριακοντα σινδονας και τριακοντα στολας ιματιων και ειπαν αυτω προβαλου το προβλημα σου και ακουσομεθα αυτου
14
και ειπεν αυτοις εκ του εσθοντος εξηλθεν βρωσις και εξ ισχυρου εξηλθεν γλυκυ και ουκ ηδυνασθησαν απαγγειλαι το προβλημα επι τρεις ημερας
15
και εγενετο εν τη ημερα τη τεταρτη και ειπαν τη γυναικι σαμψων απατησον δη τον ανδρα σου και απαγγειλατω σοι το προβλημα μηποτε εμπυρισωμεν σε και τον οικον του πατρος σου εν πυρι η πτωχευσαι εκαλεσατε ημας
16
και εκλαυσεν η γυνη σαμψων επ' αυτον και ειπεν αυτω μεμισηκας με και ουκ ηγαπηκας με οτι το προβλημα ο προεβαλου τοις υιοις του λαου μου καμοι ουκ απηγγειλας αυτο και ειπεν αυτη σαμψων ιδου τω πατρι μου και τη μητρι μου ουκ απηγγειλα αυτο και σοι απαγγελω
17
και εκλαυσεν επ' αυτον επι τας επτα ημερας εν αις ην εν αυταις ο ποτος και εγενετο εν τη ημερα τη εβδομη και απηγγειλεν αυτη οτι παρηνωχλησεν αυτον και αυτη απηγγειλεν τοις υιοις του λαου αυτης
18
και ειπαν αυτω οι ανδρες της πολεως εν τη ημερα τη εβδομη πριν δυναι τον ηλιον τι γλυκυτερον μελιτος και τι ισχυροτερον λεοντος και ειπεν αυτοις σαμψων ει μη κατεδαμασατε μου την δαμαλιν ουκ αν ευρετε το προβλημα μου
19
και κατευθυνεν επ' αυτον πνευμα κυριου και κατεβη εις ασκαλωνα και επαισεν εκειθεν τριακοντα ανδρας και ελαβεν τας στολας αυτων και εδωκεν τοις απαγγειλασιν το προβλημα και εθυμωθη οργη σαμψων και ανεβη εις τον οικον του πατρος αυτου
20
και συνωκησεν η γυνη σαμψων τω νυμφαγωγω αυτου ος ην εταιρος αυτου