1
και εγενετο μεθ' ημερας εν ημεραις θερισμου πυρων και επεσκεψατο σαμψων την γυναικα αυτου φερων εριφον αιγων και ειπεν εισελευσομαι προς την γυναικα μου εις τον κοιτωνα και ουκ αφηκεν αυτον ο πατηρ αυτης εισελθειν προς αυτην
2
και ειπεν ο πατηρ αυτης ειπας ειπα οτι μισων εμισησας αυτην και εδωκα αυτην τω συνεταιρω σου ουκ ιδου η αδελφη αυτης η νεωτερα κρεισσων αυτης εστιν εστω δη σοι αντι αυτης
3
και ειπεν αυτω σαμψων αθωος ειμι το απαξ απο των αλλοφυλων οτι εγω ποιω μεθ' υμων κακα
4
και επορευθη σαμψων και συνελαβεν τριακοσιας αλωπεκας και ελαβεν λαμπαδας και συνεδησεν κερκον προς κερκον και εθηκεν λαμπαδα μιαν ανα μεσον των δυο κερκων εν τω μεσω
5
και εξηψεν πυρ εν ταις λαμπασιν και εξαπεστειλεν εις τα δραγματα των αλλοφυλων και ενεπυρισεν τους σταχυας και τα προτεθερισμενα απο στοιβης και εως εστωτος και εως αμπελωνος και ελαιας
6
και ειπαν οι αλλοφυλοι τις εποιησεν ταυτα και ειπαν σαμψων ο γαμβρος του θαμναθαιου οτι ελαβεν την γυναικα αυτου και εδωκεν αυτην τω συνεταιρω αυτου και ανεβησαν οι αλλοφυλοι και ενεπυρισαν την οικιαν του πατρος αυτης και αυτην και τον πατερα αυτης εν πυρι
7
και ειπεν αυτοις σαμψων εαν ποιησητε ουτως ουκ ευδοκησω αλλα την εκδικησιν μου εξ ενος και εκαστου υμων ποιησομαι
8
και επαταξεν αυτους επι μηρον πληγην μεγαλην και κατεβη και κατωκει παρα τω χειμαρρω εν τω σπηλαιω ηταμ
9
και ανεβησαν οι αλλοφυλοι και παρενεβαλοσαν επι τον ιουδαν και εξερριφησαν εν λεχι
10
και ειπαν αυτοις πας ανηρ ιουδα ινα τι ανεβητε εφ' ημας και ειπαν οι αλλοφυλοι δησαι τον σαμψων και ποιησαι αυτω ον τροπον εποιησεν ημιν
11
και κατεβησαν τρεις χιλιαδες ανδρων εξ ιουδα επι την οπην της πετρας ηταμ και ειπαν προς σαμψων ουκ οιδας οτι αρχουσιν ημων οι αλλοφυλοι και ινα τι ταυτα εποιησας ημιν και ειπεν αυτοις σαμψων καθως εποιησαν ημιν ουτως εποιησα αυτοις
12
και ειπαν αυτω του δησαι σε κατεβημεν και παραδουναι σε εις χειρας αλλοφυλων και ειπεν αυτοις σαμψων ομοσατε μοι μη αποκτειναι με υμεις και παραδοτε με αυτοις μηποτε απαντησητε υμεις εν εμοι
13
και ωμοσαν αυτω λεγοντες ουχι αλλα δεσμω δησομεν σε και παραδωσομεν σε εις χειρας αυτων θανατω δε ου θανατωσομεν σε και εδησαν αυτον δυο καλωδιοις καινοις και ανηγαγον αυτον εκ της πετρας
14
και αυτος ηλθεν εως σιαγονος και οι αλλοφυλοι ηλαλαξαν εις απαντησιν αυτου και εδραμον εις συναντησιν αυτου και κατηυθυνεν επ' αυτον πνευμα κυριου και εγενοντο τα καλωδια τα εν τοις βραχιοσιν αυτου ωσει στιππυον ηνικα αν οσφρανθη πυρος και διελυθησαν οι δεσμοι απο των βραχιονων αυτου
15
και ευρεν σιαγονα ονου ερριμμενην εν τη οδω και εξετεινεν την χειρα αυτου και ελαβεν αυτην και επαταξεν εν αυτη χιλιους ανδρας
16
και ειπεν σαμψων εν σιαγονι ονου εξαλειφων εξηλειψα αυτους οτι εν σιαγονι ονου επαταξα χιλιους ανδρας
17
και εγενετο ηνικα συνετελεσεν λαλων και ερριψεν την σιαγονα απο της χειρος αυτου και εκαλεσεν τον τοπον εκεινον αναιρεσις σιαγονος
18
και εδιψησεν σφοδρα και εβοησεν προς κυριον και ειπεν συ εδωκας εν χειρι του δουλου σου την σωτηριαν την μεγαλην ταυτην και νυν αποθανουμαι εν διψει και εμπεσουμαι εν χειρι των απεριτμητων
19
και ηνοιξεν ο θεος το τραυμα της σιαγονος και εξηλθεν εξ αυτου υδατα και επιεν και επεστρεψεν το πνευμα αυτου εν αυτω και ανεψυξεν δια τουτο εκληθη το ονομα αυτης πηγη επικλητος σιαγονος εως της ημερας ταυτης
20
και εκρινεν τον ισραηλ εν ημεραις αλλοφυλων ετη εικοσι