1
και επορευθη σαμψων εκειθεν εις γαζαν και ειδεν εκει γυναικα πορνην και εισηλθεν προς αυτην
2
και απηγγελη τοις γαζαιοις λεγοντες ηκει σαμψων ενταυθα και εκυκλωσαν και ενηδρευσαν αυτον ολην την νυκτα επι της πυλης της πολεως και εκωφευσαν ολην την νυκτα λεγοντες εως φωτος πρωι μεινωμεν και αποκτεινωμεν αυτον
3
και εκοιμηθη σαμψων εως του μεσονυκτιου και ανεστη περι το μεσονυκτιον και επελαβετο των θυρων της πυλης της πολεως και των δυο σταθμων και ανεβαστασεν αυτας συν τω μοχλω και επεθηκεν επι τω ωμω αυτου και ανηνεγκεν αυτα επι την κορυφην του ορους ο εστιν επι προσωπον χεβρων και εθηκεν αυτα εκει
4
και εγενετο μετα ταυτα και ηγαπησεν γυναικα επι του χειμαρρου σωρηχ και ονομα αυτη δαλιλα
5
και ανεβησαν προς αυτην οι σατραπαι των αλλοφυλων και ειπαν αυτη απατησον αυτον και ιδε εν τινι η ισχυς αυτου εστιν η μεγαλη και εν τινι δυνησομεθα προς αυτον και δησομεν αυτον ωστε ταπεινωσαι αυτον και ημεις δωσομεν σοι ανηρ χιλιους και εκατον αργυριου
6
και ειπεν δαλιλα προς σαμψων αναγγειλον μοι εν τινι η ισχυς σου η μεγαλη και εν τινι δεθηση του ταπεινωθηναι σε
7
και ειπεν προς αυτην σαμψων εαν δησωσιν με εν επτα νευραις υγραις μη ηρημωμεναις και ασθενησω και εσομαι ως εις των ανθρωπων
8
και ανηνεγκαν αυτη οι σατραπαι των αλλοφυλων επτα νευρας υγρας μη ηρημωμενας και εδησεν αυτον εν αυταις
9
και το ενεδρον αυτου εκαθητο εν τω ταμιειω και ειπεν προς αυτον αλλοφυλοι επι σε σαμψων και διερρηξεν τας νευρας ον τροπον διασπαται κλωσμα του αποτιναγματος εν τω οσφρανθηναι πυρος και ουκ εγνωσθη η ισχυς αυτου
10
και ειπεν δαλιλα προς σαμψων ιδου παρελογισω με και ελαλησας προς με ψευδη νυν ουν αναγγειλον δη μοι εν τινι δεθηση
11
και ειπεν προς αυτην εαν δεσμω δησωσιν με εν επτα καλωδιοις καινοις εν οις ουκ εγενηθη εργον και ασθενησω και εσομαι ως εις των ανθρωπων
12
και ελαβεν αυτω δαλιλα καλωδια καινα και εδησεν αυτον εν αυτοις και ειπεν προς αυτον οι αλλοφυλοι επι σε σαμψων και το ενεδρον εκαθητο εν τω ταμιειω και διεσπασεν αυτα απο των βραχιονων αυτου ως ραμμα
13
και ειπεν δαλιλα προς σαμψων εως νυν παρελογισω με και ελαλησας προς με ψευδη αναγγειλον δη μοι εν τινι δεθηση και ειπεν προς αυτην εαν υφανης τας επτα σειρας της κεφαλης μου μετα του διασματος και εγκρουσης εν τω πασσαλω εις τον τοιχον και εσομαι ασθενης ως εις των ανθρωπων
14
και εκοιμισεν αυτον δαλιλα και εδιασατο τους επτα βοστρυχους της κεφαλης αυτου μετα της εκτασεως και κατεκρουσεν εν τοις πασσαλοις εις τον τοιχον και ειπεν προς αυτον οι αλλοφυλοι επι σε σαμψων και εξηγερθη εκ του υπνου αυτου και εξεσπασεν τους πασσαλους συν τω υφασματι εκ του τοιχου και το διασμα και ουκ εγνωσθη η ισχυς αυτου
15
και ειπεν προς αυτον δαλιλα πως ερεις ηγαπηκα σε και η καρδια σου ουκ εστιν μετ' εμου τουτο τριτον παρελογισω με και ουκ απηγγειλας μοι εν τινι η ισχυς σου η μεγαλη
16
και εγενετο οτε κατειργασατο αυτον τοις λογοις αυτης ολην την νυκτα και παρηνωχλησεν αυτον και ωλιγοψυχησεν εως εις θανατον
17
και απηγγειλεν αυτη παντα τα απο καρδιας αυτου και ειπεν αυτη ξυρον ουκ αναβησεται επι την κεφαλην μου οτι ναζιραιος θεου εγω ειμι εκ κοιλιας μητρος μου και εαν ξυρησωμαι αποστησεται απ' εμου η ισχυς μου και ασθενησω και εσομαι κατα παντας τους ανθρωπους
18
και ειδεν δαλιλα οτι ανηγγειλεν αυτη παντα τα απο καρδιας αυτου και απεστειλεν και εκαλεσεν παντας τους σατραπας των αλλοφυλων λεγουσα αναβητε το απαξ οτι ανηγγειλεν μοι πασαν την καρδιαν αυτου και ανεβησαν προς αυτην πασαι αι σατραπιαι των αλλοφυλων και ηνεγκαν το αργυριον εν ταις χερσιν αυτων
19
και εκοιμισεν αυτον ανα μεσον των γονατων αυτης και εκαλεσεν τον κουρεα και εξυρησεν τους επτα βοστρυχους της κεφαλης αυτου και ηρξατο ταπεινουσθαι και απεστη η ισχυς αυτου απ' αυτου
20
και ειπεν αυτω δαλιλα οι αλλοφυλοι επι σε σαμψων και εξηγερθη εκ του υπνου αυτου και ειπεν εξελευσομαι και ποιησω καθως αει και αποτιναξομαι και αυτος ουκ εγνω οτι κυριος απεστη απ' αυτου
21
και επελαβοντο αυτου οι αλλοφυλοι και εξωρυξαν τους οφθαλμους αυτου και κατηγαγον αυτον εις γαζαν και εδησαν αυτον εν πεδαις χαλκαις και ην αληθων εν οικω της φυλακης
22
και ηρξατο η θριξ της κεφαλης αυτου ανατειλαι ηνικα εξυρηθη
23
και οι σατραπαι των αλλοφυλων συνηχθησαν του θυσαι θυσιαν μεγαλην δαγων τω θεω αυτων και του ευφρανθηναι και ειπαν παρεδωκεν ο θεος ημων εν χειρι ημων σαμψων τον εχθρον ημων
24
και ειδεν αυτον ο λαος και ηνεσαν τους θεους αυτων και ειπαν παρεδωκεν ο θεος ημων τον εχθρον ημων εν χειρι ημων και τον εξερημουντα την γην ημων οστις επληθυνεν τους τραυματιας ημων
25
και εγενετο οτε ηγαθυνθη η καρδια αυτων και ειπαν καλεσατε τον σαμψων εξ οικου φυλακης και παιξατω ενωπιον ημων και εκαλεσαν τον σαμψων εξ οικου της φυλακης και ενεπαιζον αυτω και εστησαν αυτον ανα μεσον των δυο στυλων
26
και ειπεν σαμψων προς το παιδαριον τον χειραγωγουντα αυτον επαναπαυσον με δη και ποιησον ψηλαφησαι με επι τους στυλους εφ' ων ο οικος επεστηρικται επ' αυτων και επιστηρισομαι επ' αυτους ο δε παις εποιησεν ουτως
27
ο δε οικος ην πληρης ανδρων και γυναικων και εκει παντες οι σατραπαι των αλλοφυλων και επι του δωματος ωσει τρισχιλιοι ανδρες και γυναικες εμβλεποντες εμπαιζομενον τον σαμψων
28
και εβοησεν σαμψων προς κυριον και ειπεν κυριε κυριε μνησθητι μου και ενισχυσον με δη πλην ετι το απαξ τουτο και εκδικησω εκδικησιν μιαν αντι των δυο οφθαλμων μου εκ των αλλοφυλων
29
και περιελαβεν σαμψων τους δυο στυλους τους μεσους εφ' ων ο οικος επεστηρικτο επ' αυτων και επεστηρισατο επ' αυτοις ενα εν τη δεξια αυτου και ενα εν τη αριστερα αυτου
30
και ειπεν σαμψων αποθανετω η ψυχη μου μετα των αλλοφυλων και εκλινεν εν ισχυι και επεσεν ο οικος επι τους σατραπας και επι παντα τον λαον τον εν αυτω και εγενοντο οι τεθνηκοτες ους εθανατωσεν σαμψων εν τω θανατω αυτου πλειους υπερ ους εθανατωσεν εν τη ζωη αυτου
31
και κατεβησαν οι αδελφοι αυτου και πας ο οικος του πατρος αυτου και ελαβον αυτον και ανεβησαν και εθαψαν αυτον ανα μεσον σαραα και ανα μεσον εσθαολ εν τω ταφω μανωε του πατρος αυτου και αυτος εκρινεν τον ισραηλ εικοσι ετη