1
και εγενετο ανηρ εξ ορους εφραιμ και ονομα αυτω μιχα
2
και ειπεν τη μητρι αυτου χιλιους και εκατον αργυριου τους λημφθεντας σοι και εξωρκισας και ειπας εν τοις ωσιν μου ιδου το αργυριον παρ' εμοι εγω ελαβον αυτο και ειπεν η μητηρ αυτου ευλογημενος ο υιος μου τω κυριω
3
και απεδωκεν τους χιλιους και εκατον του αργυριου τη μητρι αυτου και ειπεν η μητηρ αυτου αγιασμω ηγιασα το αργυριον τω κυριω εκ της χειρος μου κατα μονας του ποιησαι γλυπτον και χωνευτον και νυν επιστρεψω αυτα σοι και αποδωσω σοι αυτο
4
και απεδωκεν το αργυριον τη μητρι αυτου και ελαβεν η μητηρ αυτου διακοσιους του αργυριου και εδωκεν αυτο τω χωνευτη και εποιησεν αυτο γλυπτον και χωνευτον και εγενετο εν τω οικω μιχα
5
και ο ανηρ μιχα αυτω οικος θεου και εποιησεν εφουδ και θεραφιν και ενεπλησεν την χειρα ενος των υιων αυτου και εγενηθη αυτω εις ιερεα
6
εν ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ ανηρ το αγαθον εν οφθαλμοις αυτου εποιει
7
και εγενετο παιδαριον εκ βηθλεεμ δημου ιουδα εκ της συγγενειας ιουδα και αυτος λευιτης και αυτος παρωκει εκει
8
και επορευθη ο ανηρ εκ της πολεως ιουδα εκ βηθλεεμ παροικειν ου εαν ευρη και εγενηθη εις ορος εφραιμ εως οικου μιχα του ποιησαι την οδον αυτου
9
και ειπεν αυτω μιχα ποθεν ερχη και ειπεν προς αυτον λευιτης εγω ειμι εκ βηθλεεμ ιουδα και εγω πορευομαι παροικειν ου εαν ευρω
10
και ειπεν αυτω μιχα καθου μετ' εμου και γενου μοι εις πατερα και εις ιερεα και εγω δωσω σοι δεκα αργυριου εις ημερας και ζευγος ιματιων και τα προς το ζην σου και επορευθη ο λευιτης
11
και ηρξατο παροικειν παρα τω ανδρι και εγενηθη αυτω το παιδαριον ως εις των υιων αυτου
12
και ενεπλησεν μιχα την χειρα του λευιτου και εγενηθη αυτω το παιδαριον εις ιερεα και ην εν τω οικω μιχα
13
και ειπεν μιχα νυν εγνων οτι ηγαθοποιησεν με κυριος οτι εγενηθη μοι ο λευιτης εις ιερεα