1
εν ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ και εν ταις ημεραις εκειναις εζητει η φυλη του δαν εαυτη κληρονομιαν του κατοικειν οτι ουκ επεσεν αυτη εως των ημερων εκεινων εν μεσω φυλων ισραηλ κληρονομια
2
και εξαπεστειλαν οι υιοι δαν εκ των συγγενειων αυτων πεντε ανδρας απο μερους αυτων υιους δυναμεως εκ σαραα και εσθαολ του κατασκεψασθαι την γην και εξιχνιασαι αυτην και ειπαν προς αυτους πορευεσθε και εξεραυνησατε την γην και παρεγενοντο εις ορος εφραιμ εως οικου μιχα και κατεπαυσαν εκει
3
αυτων οντων παρα τω οικω μιχα και αυτοι επεγνωσαν την φωνην του παιδαριου του νεωτερου του λευιτου και εξεκλιναν εκει και ειπαν αυτω τις ηγαγεν σε ωδε και τι ποιεις ενταυθα και τι σοι εστιν ωδε
4
και ειπεν προς αυτους ουτως και ουτως εποιησεν μοι μιχα και εμισθωσατο με και εγενηθην αυτω εις ιερεα
5
και ειπαν αυτω επερωτησον δη εν τω θεω και γνωσομεθα ει κατευοδοι η οδος ημων ην ημεις πορευομεθα επ' αυτην
6
και ειπεν αυτοις ο ιερευς πορευεσθε εις ειρηνην ενωπιον κυριου η οδος υμων καθ' ην υμεις πορευεσθε εν αυτη
7
και επορευθησαν οι πεντε ανδρες και παρεγενοντο εις λαισα και ειδον τον λαον τον κατοικουντα εν αυτη καθημενον εν ελπιδι κατα την συγκρισιν των σιδωνιων ησυχαζοντας εν ελπιδι και μη δυναμενους λαλησαι ρημα οτι μακραν εισιν απο σιδωνος και λογος ουκ ην αυτοις μετα συριας
8
και παρεγενοντο οι πεντε ανδρες προς τους αδελφους αυτων εις σαραα και εσθαολ και ελεγον αυτοις οι αδελφοι αυτων τι υμεις καθησθε
9
και ειπαν αναστητε και αναβωμεν επ' αυτους οτι εισηλθαμεν και ενεπεριεπατησαμεν εν τη γη εως λαισα και ειδομεν τον λαον τον κατοικουντα εν αυτη εν ελπιδι κατα το συγκριμα των σιδωνιων και μακραν απεχοντες εκ σιδωνος και λογος ουκ ην αυτοις μετα συριας αλλα αναστητε και αναβωμεν επ' αυτους οτι ευρηκαμεν την γην και ιδου αγαθη σφοδρα και υμεις σιωπατε μη οκνησητε του πορευθηναι του ελθειν και κατακληρονομησαι την γην
10
ηνικα αν εισελθητε ηξετε προς λαον πεποιθοτα και η γη ευρυχωρος οτι παρεδωκεν αυτην ο θεος εν χειρι υμων τοπος ου ουκ εστιν εκει υστερημα παντος ρηματος οσα εν τη γη
11
και απηραν εκ συγγενειας του δαν εκ σαραα και εσθαολ εξακοσιοι ανδρες περιεζωσμενοι σκευη πολεμικα
12
και ανεβησαν και παρενεβαλοσαν εν καριαθιαριμ εν ιουδα δια τουτο εκληθη τω τοπω εκεινω παρεμβολη δαν εως της ημερας ταυτης ιδου κατοπισθεν καριαθιαριμ
13
παρηλθαν εκειθεν και ηλθαν εως του ορους εφραιμ και ηλθον εως οικου μιχα
14
και απεκριθησαν οι πεντε ανδρες οι πορευομενοι κατασκεψασθαι την γην και ειπαν προς τους αδελφους αυτων ει οιδατε οτι εν τοις οικοις τουτοις εφουδ και θεραφιν και γλυπτον και χωνευτον και νυν γνωτε τι ποιησετε
15
και εξεκλιναν εκει και εισηλθοσαν εις τον οικον του παιδαριου του λευιτου εις τον οικον μιχα και ησπασαντο αυτον
16
και οι εξακοσιοι ανδρες περιεζωσμενοι σκευη πολεμικα εστηλωμενοι παρα την θυραν του πυλωνος οι εκ των υιων δαν
17
και ανεβησαν οι πεντε ανδρες οι πορευομενοι κατασκεψασθαι την γην επελθοντες εκει ελαβον το γλυπτον και το εφουδ και το θεραφιν και το χωνευτον και ο ιερευς εστηλωμενος παρα τη θυρα του πυλωνος και οι εξακοσιοι ανδρες οι περιεζωσμενοι σκευη πολεμικα
18
και ουτοι εισηλθον εις οικον μιχα και ελαβον το γλυπτον και το εφουδ και το θεραφιν και το χωνευτον και ειπεν προς αυτους ο ιερευς τι υμεις ποιειτε
19
και ειπαν προς αυτον κωφευσον επιθες την χειρα σου επι το στομα σου και ελθε μεθ' ημων και εση ημιν εις πατερα και εις ιερεα μη βελτιον ειναι σε ιερεα οικου ανδρος ενος η γινεσθαι σε ιερεα φυλης και συγγενειας εν ισραηλ
20
και ηγαθυνθη η καρδια του ιερεως και ελαβεν το εφουδ και το θεραφιν και το γλυπτον και το χωνευτον και εισηλθεν εν μεσω του λαου
21
και επεστρεψαν και απηλθαν και εταξαν την πανοικιαν και την κτησιν αυτου την ενδοξον εμπροσθεν αυτων
22
αυτων δε μεμακρυγκοτων απο του οικου μιχα και ιδου μιχα και οι ανδρες οι συν τω οικω μετα μιχα εκραζον κατοπισω υιων δαν
23
και επεστρεψαν οι υιοι δαν τα προσωπα αυτων και ειπαν προς μιχα τι εστιν σοι οτι εκραξας
24
και ειπεν μιχα οτι το γλυπτον μου ο εποιησα εμαυτω ελαβετε και τον ιερεα και απηλθατε και τι εμοι ετι και τι τουτο λεγετε μοι τι τουτο κραζεις
25
και ειπον προς αυτον οι υιοι δαν μη ακουσθητω δη η φωνη σου μεθ' ημων μηποτε απαντησωσιν υμιν ανδρες κατωδυνοι ψυχη και προσθησεις την ψυχην σου και την ψυχην του οικου σου
26
και επορευθησαν οι υιοι δαν εις την οδον αυτων και ειδεν μιχα οτι ισχυροτεροι εισιν αυτου και εξενευσεν και ανεστρεψεν εις τον οικον αυτου
27
και αυτοι ελαβον οσα εποιησεν μιχα και τον ιερεα ος ην αυτω και ηλθον εως λαισα επι λαον ησυχαζοντα και πεποιθοτα και επαταξαν αυτους εν στοματι ρομφαιας και την πολιν ενεπρησαν
28
και ουκ εστιν εξαιρουμενος οτι μακραν εστιν απο σιδωνιων και λογος ουκ εστιν αυτοις μετα ανθρωπων και αυτη εν κοιλαδι η εστιν του οικου ροωβ και ωκοδομησαν την πολιν και κατωκησαν εν αυτη
29
και εκαλεσαν το ονομα της πολεως δαν κατα το ονομα του πατρος αυτων ος εγενηθη τω ισραηλ και ην λαις ονομα τη πολει το προτερον
30
και ανεστησαν εαυτοις οι υιοι του δαν το γλυπτον μιχα και ιωναθαν υιος γηρσωμ υιου μωυση αυτος και οι υιοι αυτου ησαν ιερεις τη φυλη δαν εως της ημερας της μετοικεσιας της γης
31
και εταξαν εαυτοις το γλυπτον μιχα ο εποιησεν πασας τας ημερας οσας ην ο οικος του θεου εν σηλω