1
και εγενετο εν ταις ημεραις εκειναις και βασιλευς ουκ ην εν ισραηλ και εγενετο ανηρ λευιτης παροικων εν μηροις ορους εφραιμ και ελαβεν ο ανηρ εαυτω γυναικα παλλακην εκ βηθλεεμ ιουδα
2
και ωργισθη αυτω η παλλακη αυτου και απηλθεν απ' αυτου εις τον οικον του πατρος αυτης εις βηθλεεμ ιουδα και εγενετο εκει ημερας τετραμηνον
3
και ανεστη ο ανηρ αυτης και επορευθη κατοπισθεν αυτης του λαλησαι επι την καρδιαν αυτης του διαλλαξαι αυτην εαυτω και απαγαγειν αυτην παλιν προς αυτον και το παιδαριον αυτου μετ' αυτου και ζευγος υποζυγιων και επορευθη εως οικου του πατρος αυτης και ειδεν αυτον ο πατηρ της νεανιδος και παρην εις απαντησιν αυτου
4
και εισηγαγεν αυτον ο γαμβρος αυτου ο πατηρ της νεανιδος και εκαθισεν μετ' αυτου ημερας τρεις και εφαγον και επιον και υπνωσαν εκει
5
και εγενηθη τη ημερα τη τεταρτη και ωρθρισαν το πρωι και ανεστη του απελθειν και ειπεν ο πατηρ της νεανιδος προς τον γαμβρον αυτου στηρισον την καρδιαν σου κλασματι αρτου και μετα τουτο πορευεσθε
6
και εκαθισαν και εφαγον αμφοτεροι επι το αυτο και επιον και ειπεν ο πατηρ της νεανιδος προς τον ανδρα αρξαμενος αυλισθητι και αγαθυνθητω η καρδια σου
7
και ανεστη ο ανηρ απελθειν και εβιασατο αυτον ο γαμβρος αυτου και παλιν ηυλισθη εκει
8
και ωρθρισεν το πρωι τη ημερα τη πεμπτη του απελθειν και ειπεν ο πατηρ της νεανιδος στηρισον την καρδιαν σου αρτω και στρατευθητι εως κλινη η ημερα και εφαγον και επιον αμφοτεροι
9
και ανεστη ο ανηρ του απελθειν αυτος και η παλλακη αυτου και το παιδαριον αυτου και ειπεν αυτω ο γαμβρος αυτου ο πατηρ της νεανιδος ιδου δη εις εσπεραν κεκλικεν η ημερα καταλυσον ωδε ετι σημερον και αγαθυνθητω η καρδια σου και ορθριειτε αυριον εις την οδον υμων και απελευση εις το σκηνωμα σου
10
και ουκ ηθελησεν ο ανηρ αυλισθηναι και ανεστη και απηλθεν και παρεγενοντο εως κατεναντι ιεβους αυτη εστιν ιερουσαλημ και μετ' αυτου ζευγος υποζυγιων επισεσαγμενων και η παλλακη αυτου μετ' αυτου
11
ετι αυτων οντων κατα ιεβους και η ημερα κεκλικυια σφοδρα και ειπεν το παιδαριον προς τον κυριον αυτου δευρο δη και εκκλινωμεν εις την πολιν του ιεβουσαιου ταυτην και αυλισθωμεν εν αυτη
12
και ειπεν ο κυριος αυτου προς αυτον ου μη εκκλινω εις πολιν αλλοτριου η ουκ εστιν εκ των υιων ισραηλ και παρελευσομεθα εως γαβαα
13
και ειπεν τω παιδαριω αυτου δευρο και εισελθωμεν εις ενα των τοπων και αυλισθωμεν εν γαβαα η εν ραμα
14
και παρηλθον και απηλθον εδυ γαρ ο ηλιος εχομενα της γαβαα η εστιν του βενιαμιν
15
και εξεκλιναν εκει του εισελθειν καταλυσαι εν γαβαα και εισηλθον και εκαθισαν εν τη πλατεια της πολεως και ουκ εστιν ανηρ ο συναγων αυτους εις τον οικον καταλυσαι
16
και ιδου ανηρ πρεσβυτης εισηλθεν απο των εργων αυτου εκ του αγρου εσπερας και ο ανηρ εξ ορους εφραιμ και αυτος παρωκει εν γαβαα και οι ανδρες του τοπου υιοι βενιαμιν
17
και αναβλεψας τοις οφθαλμοις ειδεν τον ανδρα τον οδοιπορον εν τη πλατεια της πολεως και ειπεν ο ανηρ ο πρεσβυτης που πορευη και ποθεν ερχη
18
και ειπεν προς αυτον διαβαινομεν ημεις εκ βηθλεεμ της ιουδα εως μηρων ορους του εφραιμ εγω δε εκειθεν ειμι και επορευθην εως βηθλεεμ ιουδα και εις τον οικον μου εγω αποτρεχω και ουκ εστιν ανηρ συναγων με εις την οικιαν
19
και γε αχυρα και χορτασματα υπαρχει τοις ονοις ημων και γε αρτος και οινος υπαρχει μοι και τη δουλη σου και τω παιδαριω τοις δουλοις σου ουκ εστιν υστερημα παντος πραγματος
20
και ειπεν ο ανηρ ο πρεσβυτης ειρηνη σοι πλην παν το υστερημα σου επ' εμε πλην εν τη πλατεια μη καταλυσης
21
και εισηγαγεν αυτον εις την οικιαν αυτου και παρεβαλεν τοις υποζυγιοις αυτου και ενιψαντο τους ποδας αυτων και εφαγον και επιον
22
αυτων δε αγαθυνθεντων τη καρδια αυτων και ιδου οι ανδρες της πολεως υιοι παρανομων περιεκυκλωσαν την οικιαν και εκρουσαν την θυραν και ειπαν προς τον ανδρα τον κυριον της οικιας τον πρεσβυτην λεγοντες εξαγαγε τον ανδρα τον εισελθοντα εις την οικιαν σου ινα γνωμεν αυτον
23
και εξηλθεν προς αυτους ο ανηρ ο κυριος της οικιας και ειπεν προς αυτους μηδαμως αδελφοι μη πονηρευσησθε δη μετα το εισεληλυθεναι τον ανδρα τουτον εις την οικιαν μου μη ποιησητε την αφροσυνην ταυτην
24
ιδου η θυγατηρ μου η παρθενος και η παλλακη αυτου εξαξω δη αυτας και ταπεινωσατε αυτας και ποιησατε αυταις το αγαθον εν οφθαλμοις υμων και τω ανδρι τουτω μη ποιησητε το ρημα της αφροσυνης ταυτης
25
και ουκ ηθελησαν οι ανδρες ακουσαι αυτου και επελαβετο ο ανηρ της παλλακης αυτου και εξηγαγεν αυτην προς αυτους εξω και εγνωσαν αυτην και ενεπαιξαν αυτη ολην την νυκτα εως το πρωι και εξαπεστειλαν αυτην αμα τω αναβαινειν τον ορθρον
26
και ηλθεν η γυνη το προς πρωι και επεσεν παρα την θυραν του πυλωνος του οικου του ανδρος ου ην ο κυριος αυτης εκει εως ου διεφαυσεν
27
και ανεστη ο κυριος αυτης το πρωι και ηνοιξεν τας θυρας του οικου και εξηλθεν του απελθειν την οδον αυτου και ιδου η γυνη η παλλακη αυτου πεπτωκυια παρα την θυραν και αι χειρες αυτης επι το προθυρον
28
και ειπεν προς αυτην αναστηθι και απελθωμεν και ουκ απεκριθη αυτω αλλα τεθνηκει και ανελαβεν αυτην επι το υποζυγιον και ανεστη ο ανηρ και απηλθεν εις τον τοπον αυτου
29
και εισηλθεν εις τον οικον αυτου και ελαβεν την μαχαιραν και επελαβετο της παλλακης αυτου και εμελισεν αυτην κατα τα οστα αυτης εις δωδεκα μεριδας και εξαπεστειλεν αυτας εις πασας τας φυλας ισραηλ
30
και εγενετο πας ο ορων ελεγεν ουτε εγενηθη ουτε ωφθη ουτως απο της ημερας αναβασεως υιων ισραηλ εξ αιγυπτου εως της ημερας ταυτης και ενετειλατο τοις ανδρασιν οις εξαπεστειλεν λεγων ταδε ερειτε προς παντα ανδρα ισραηλ ει γεγονεν κατα το ρημα τουτο απο της ημερας αναβασεως υιων ισραηλ εξ αιγυπτου εως της ημερας ταυτης θεσθε δη εαυτοις βουλην περι αυτης και λαλησατε