1
και ανεβη αγγελος κυριου απο γαλγαλ επι τον κλαυθμωνα και επι βαιθηλ και επι τον οικον ισραηλ και ειπεν προς αυτους κυριος κυριος ανεβιβασεν υμας εξ αιγυπτου και εισηγαγεν υμας εις την γην ην ωμοσεν τοις πατρασιν υμων του δουναι υμιν και ειπεν υμιν ου διασκεδασω την διαθηκην μου την μεθ' υμων εις τον αιωνα
2
και υμεις ου διαθησεσθε διαθηκην τοις εγκαθημενοις εις την γην ταυτην ουδε τοις θεοις αυτων ου μη προσκυνησητε αλλα τα γλυπτα αυτων συντριψετε και τα θυσιαστηρια αυτων κατασκαψετε και ουκ εισηκουσατε της φωνης μου οτε ταυτα εποιησατε
3
και εγω ειπα ου προσθησω του μετοικισαι τον λαον ον ειπα του εξολεθρευσαι αυτους εκ προσωπου υμων και εσονται υμιν εις συνοχας και οι θεοι αυτων εσονται υμιν εις σκανδαλον
4
και εγενετο ως ελαλησεν ο αγγελος κυριου τους λογους τουτους προς παντα ισραηλ και επηρεν ο λαος την φωνην αυτων και εκλαυσαν
5
δια τουτο εκληθη το ονομα του τοπου εκεινου κλαυθμων και εθυσαν εκει τω κυριω
6
και εξαπεστειλεν ιησους τον λαον και απηλθαν οι υιοι ισραηλ εκαστος εις τον οικον αυτου και εις την κληρονομιαν αυτου του κατακληρονομησαι την γην
7
και εδουλευσεν ο λαος τω κυριω πασας τας ημερας ιησου και πασας τας ημερας των πρεσβυτερων οσοι εμακροημερευσαν μετα ιησουν οσοι εγνωσαν παν το εργον κυριου το μεγα ο εποιησεν τω ισραηλ
8
και ετελευτησεν ιησους υιος ναυη δουλος κυριου υιος εκατον δεκα ετων
9
και εθαψαν αυτον εν οριω της κληρονομιας αυτου εν θαμναθαρες εν ορει εφραιμ απο βορρα του ορους γαας
10
και πασα η γενεα εκεινη προσετεθησαν προς τους πατερας αυτων και ανεστη γενεα ετερα μετ' αυτους οσοι ουκ εγνωσαν τον κυριον και το εργον ο εποιησεν τω ισραηλ
11
και εποιησαν οι υιοι ισραηλ το πονηρον εναντιον κυριου και ελατρευον τοις βααλιμ
12
και εγκατελιπον τον κυριον θεον των πατερων αυτων τον εξαγαγοντα αυτους εκ γης αιγυπτου και επορευθησαν οπισω θεων ετερων απο των θεων των λαων των περικυκλω αυτων και προσεκυνησαν αυτοις και παρωργισαν τον κυριον
13
και εγκατελιπον τον κυριον και ελατρευσαν τη βααλ και ταις ασταρταις
14
και ωργισθη θυμω κυριος τω ισραηλ και παρεδωκεν αυτους εν χειρι προνομευοντων και επρονομευσαν αυτους και απεδοτο αυτους εν χειρι των εχθρων αυτων κυκλοθεν και ουκ ηδυνασθησαν αντιστηναι κατα προσωπον των εχθρων αυτων
15
εν πασιν οις επορνευον και χειρ κυριου ην αυτοις εις κακα καθως ελαλησεν κυριος και καθως ωμοσεν κυριος και εξεθλιψεν αυτους σφοδρα
16
και ηγειρεν αυτοις κυριος κριτας και εσωσεν αυτους εκ χειρος των προνομευοντων αυτους
17
και γε των κριτων αυτων ουκ επηκουσαν οτι εξεπορνευσαν οπισω θεων ετερων και προσεκυνησαν αυτοις και παρωργισαν τον κυριον και εξεκλιναν ταχυ εκ της οδου ης επορευθησαν οι πατερες αυτων του εισακουειν εντολας κυριου ουκ εποιησαν ουτως
18
και οτι ηγειρεν αυτοις κυριος κριτας και ην κυριος μετα του κριτου και εσωσεν αυτους εκ χειρος των εχθρων αυτων πασας τας ημερας του κριτου οτι παρεκληθη κυριος απο του στεναγμου αυτων απο προσωπου των πολιορκουντων αυτους και κακουντων αυτους
19
και εγενετο ως απεθνησκεν ο κριτης και απεστρεψαν και παλιν διεφθειραν υπερ τους πατερας αυτων πορευθηναι οπισω θεων ετερων λατρευειν αυτοις και προσκυνειν αυτοις ουκ απερριψαν τα επιτηδευματα αυτων και ουκ απεστησαν απο της οδου αυτων της σκληρας
20
και ωργισθη θυμω κυριος εν τω ισραηλ και ειπεν ανθ' ων οσα εγκατελιπαν το εθνος τουτο την διαθηκην μου ην ενετειλαμην τοις πατρασιν αυτων και ουχ υπηκουσαν της φωνης μου
21
και εγω ου προσθησω του εξαραι ανδρα εκ προσωπου αυτων απο των εθνων ων κατελιπεν ιησους και αφηκεν
22
του πειρασαι εν αυτοις τον ισραηλ ει φυλασσονται την οδον κυριου πορευεσθαι εν αυτη ον τροπον εφυλαξαντο οι πατερες αυτων η ου
23
και αφηκεν κυριος τα εθνη ταυτα του μη εξαραι αυτα το ταχος και ου παρεδωκεν αυτα εν χειρι ιησου