1
και εξηλθον παντες οι υιοι ισραηλ και εξεκκλησιασθη πασα η συναγωγη ως ανηρ εις απο δαν και εως βηρσαβεε και γη γαλααδ προς κυριον εις μασσηφα
2
και εστη το κλιμα παντος του λαου πασαι αι φυλαι ισραηλ εν τη εκκλησια του λαου του θεου τετρακοσιαι χιλιαδες ανδρων πεζων σπωμενων ρομφαιαν
3
και ηκουσαν οι υιοι βενιαμιν οτι ανεβησαν οι υιοι ισραηλ προς κυριον εις μασσηφα και ειπαν οι υιοι ισραηλ λαλησατε που εγενετο η κακια αυτη
4
και απεκριθη ο ανηρ ο λευιτης ο ανηρ της γυναικος της πεφονευμενης και ειπεν εις γαβαα της βενιαμιν ηλθον εγω και η παλλακη μου καταλυσαι
5
και ανεστησαν επ' εμε οι ανδρες οι παρα της γαβαα και περιεκυκλωσαν επ' εμε την οικιαν νυκτος και εμε ηθελησαν αποκτειναι και την παλλακην μου εταπεινωσαν και ενεπαιξαν αυτη και απεθανεν
6
και επελαβομην της παλλακης μου και εμελισα αυτην και εξαπεστειλα εν παντι οριω κληρονομιας ισραηλ οτι εποιησαν αφροσυνην εν τω ισραηλ
7
ιδου παντες υμεις οι υιοι ισραηλ δοτε εαυτοις λογον και βουλην
8
και ανεστη πας ο λαος ως ανηρ εις λεγων ουκ εισελευσομεθα ανηρ εις το σκηνωμα αυτου και ουκ εκκλινουμεν ανηρ εις τον οικον αυτου
9
και νυν τουτο το ρημα ο ποιησομεν τη γαβαα αναβησομεθα επ' αυτην εν κληρω
10
και λημψομεθα δεκα ανδρας τοις εκατον και εκατον τοις χιλιοις και χιλιους τοις μυριοις λαβειν επισιτισμον τω λαω τοις εισπορευομενοις επιτελεσαι τη γαβαα του βενιαμιν κατα πασαν την αφροσυνην ην εποιησαν εν ισραηλ
11
και συνηχθη πας ανηρ ισραηλ εκ των πολεων ως ανηρ εις ερχομενοι
12
και εξαπεστειλαν αι φυλαι ισραηλ ανδρας εν παση φυλη βενιαμιν λεγοντες τις η κακια αυτη η γενομενη εν υμιν
13
και νυν δοτε τους ανδρας τους ασεβεις τους εν γαβαα τους υιους βελιαλ και θανατωσομεν αυτους και εξαρουμεν κακιαν εξ ισραηλ και ουκ ηθελησαν οι υιοι βενιαμιν εισακουσαι της φωνης των αδελφων αυτων των υιων ισραηλ
14
και συνηχθησαν οι υιοι βενιαμιν εκ των πολεων αυτων εις γαβαα εξελθειν του πολεμησαι μετα υιων ισραηλ
15
και επεσκεπησαν οι υιοι βενιαμιν εν τη ημερα εκεινη εκ των πολεων εικοσι και πεντε χιλιαδες ανδρων σπωμενων ρομφαιαν χωρις των κατοικουντων την γαβαα ουτοι επεσκεπησαν επτακοσιοι ανδρες νεανισκοι εκλεκτοι
16
αμφοτεροδεξιοι παντες ουτοι σφενδονηται βαλλοντες λιθους προς την τριχα και ου διαμαρτανοντες
17
και πας ανηρ ισραηλ επεσκεπησαν χωρις των υιων βενιαμιν τετρακοσιαι χιλιαδες ανδρων σπωμενων ρομφαιαν παντες ουτοι ανδρες πολεμισται
18
και ανεστησαν και ανεβησαν εις βαιθηλ και επηρωτησαν εν τω θεω και ειπαν οι υιοι ισραηλ τις αναβησεται ημιν αφηγουμενος πολεμησαι μετα βενιαμιν και ειπεν κυριος ιουδας αναβησεται αφηγουμενος
19
και ανεστησαν οι υιοι ισραηλ και παρενεβαλον επι την γαβαα
20
και εξηλθεν πας ανηρ ισραηλ εις πολεμον μετα βενιαμιν και παρεταξαντο μετ' αυτων εις πολεμον ανηρ ισραηλ προς την γαβαα
21
και εξηλθον οι υιοι βενιαμιν εκ της πολεως και διεφθειραν εν ισραηλ εν τη ημερα εκεινη δυο και εικοσι χιλιαδας ανδρων επι την γην
22
και ενισχυσεν ανηρ ισραηλ και προσεθεντο παραταξασθαι πολεμον εν τω τοπω ω παρεταξαντο εκει εν τη ημερα τη πρωτη
23
και ανεβησαν οι υιοι ισραηλ και εκλαυσαν ενωπιον κυριου εως εσπερας και επηρωτησαν εν κυριω λεγοντες ει προσθω προσεγγισαι εις πολεμον μετα βενιαμιν του αδελφου μου και ειπεν κυριος αναβητε προς αυτον
24
και προσηλθοσαν οι υιοι ισραηλ προς βενιαμιν εν τη ημερα τη δευτερα
25
και εξηλθεν βενιαμιν εις απαντησιν αυτων εκ της γαβαα εν τη ημερα τη δευτερα και διεφθειρεν εκ του λαου οκτωκαιδεκα χιλιαδας ανδρων επι την γην παντες ουτοι εσπασμενοι ρομφαιαν
26
και ανεβησαν παντες οι υιοι ισραηλ και πας ο λαος και ηλθοσαν εις βαιθηλ και εκλαυσαν εναντι κυριου και ενηστευσαν εν τη ημερα εκεινη και ανηνεγκαν ολοκαυτωματα σωτηριου εναντι κυριου
27
και επηρωτησαν οι υιοι ισραηλ εν κυριω και εκει η κιβωτος διαθηκης κυριου εν ταις ημεραις εκειναις
28
και φινεες υιος ελεαζαρ υιου ααρων παρεστηκως ενωπιον αυτης εν ταις ημεραις εκειναις λεγων ει προσθω ετι εξελθειν εις πολεμον μετα υιων βενιαμιν του αδελφου μου η κοπασω και ειπεν κυριος αναβητε οτι αυριον παραδωσω αυτον εν χειρι σου
29
και εθηκαν οι υιοι ισραηλ ενεδρα εν τη γαβαα κυκλω
30
και εταξεν ισραηλ προς τον βενιαμιν εν τη ημερα τη τριτη και παρεταξαντο προς γαβαα καθως απαξ και απαξ
31
και εξηλθον οι υιοι βενιαμιν εις απαντησιν του λαου και εξειλκυσθησαν εκ της πολεως και ηρξαντο τυπτειν εκ του λαου καθως απαξ και απαξ εν ταις οδοις η εστιν μια αναβαινουσα εις βαιθηλ και μια αναβαινουσα εις γαβαα εν τω αγρω ωσει τριακοντα ανδρας εν τω ισραηλ
32
και ειπαν οι υιοι βενιαμιν προσκοπτουσιν ενωπιον ημων καθως εμπροσθεν και οι υιοι ισραηλ ειπαν φυγωμεν και εκσπασωμεν αυτους εκ της πολεως εις τας οδους
33
και πας ανηρ ισραηλ ανεστη εκ του τοπου αυτου και παρεταξαντο εν βααλθαμαρ και το ενεδρον ισραηλ επαλαιεν εκ του τοπου αυτου απο δυσμων της γαβαα
34
και παρεγενοντο εξ εναντιας της γαβαα δεκα χιλιαδες ανδρων εκλεκτων εκ παντος ισραηλ και ο πολεμος εβαρυνθη και αυτοι ουκ εγνωσαν οτι αφηπται αυτων η κακια
35
και ετροπωσεν κυριος τον βενιαμιν κατα προσωπον ισραηλ και διεφθειραν οι υιοι ισραηλ εν τω βενιαμιν εν τη ημερα εκεινη εικοσι και πεντε χιλιαδας και εκατον ανδρας παντες ουτοι σπωμενοι ρομφαιαν
36
και ειδεν βενιαμιν οτι τετροπωται και εδωκεν ανηρ ισραηλ τω βενιαμιν τοπον οτι ηλπισαν επι το ενεδρον ο εταξαν προς την γαβαα
37
και το ενεδρον ωρμησεν και εξεχυθησαν προς την γαβαα και επορευθη το ενεδρον και επαταξαν ολην την πολιν εν στοματι ρομφαιας
38
και η συνταγη ην ανδρι ισραηλ προς το ενεδρον του ανενεγκαι αυτους πυρσον του καπνου της πολεως
39
και ανεστρεψαν ανηρ ισραηλ εν τω πολεμω και βενιαμιν ηρκται του τυπτειν τραυματιας εν τω ανδρι ισραηλ ωσει τριακοντα ανδρας οτι ειπαν πλην τροπουμενος τροπουται εναντιον ημων καθως ο πολεμος ο εμπροσθεν
40
και ο πυρσος ηρξατο αναβαινειν εκ της πολεως στυλος καπνου και επεβλεψεν βενιαμιν οπισω αυτου και ιδου ανεβη συντελεια της πολεως εις τον ουρανον
41
και ανηρ ισραηλ απεστρεψεν και εσπευσεν ανηρ βενιαμιν και ειδεν οτι ηπται αυτου η κακια
42
και εκλιναν ενωπιον ανδρος ισραηλ εις την οδον της ερημου και ο πολεμος κατεφθασεν αυτον και οι απο των πολεων διεφθειραν αυτον εν μεσω αυτων
43
και εκοψαν τον βενιαμιν καταπαυσαι αυτον καταπαυσιν και κατεπατησαν αυτον εως εξ εναντιας της γαβαα απο ανατολων ηλιου
44
και επεσαν εκ του βενιαμιν οκτωκαιδεκα χιλιαδες ανδρων συν πασιν τουτοις ανδρες δυνατοι
45
και εξεκλιναν και εφυγον εις την ερημον προς την πετραν την ρεμμων και εκαλαμησαντο εν ταις οδοις πεντε χιλιαδας ανδρων και προσεκολληθησαν οπισω αυτου εως γαδααμ και επαταξαν εξ αυτων δισχιλιους ανδρας
46
και εγενοντο παντες οι πεπτωκοτες εν τω βενιαμιν εικοσι και πεντε χιλιαδες ανδρων σπωμενων ρομφαιαν εν τη ημερα εκεινη συν πασι τουτοις ανδρες δυνατοι
47
και εξεκλιναν και εφυγον εις την ερημον προς την πετραν την ρεμμων εξακοσιοι ανδρες και εκαθισαν εν τη πετρα ρεμμων τετραμηνον
48
και ανηρ ισραηλ απεκλεισεν τους υιους βενιαμιν και επαταξαν αυτους εν στοματι ρομφαιας απο πολεως εξης εως κτηνους εως παντος του ευρεθεντος εις πασας τας πολεις και τας πολεις τας ευρεθεισας εξαπεστειλαν εν πυρι