1
και ανηρ ισραηλ ωμοσεν εν μασσηφα λεγων ανηρ εξ ημων ου δωσει την θυγατερα αυτου τω βενιαμιν εις γυναικα
2
και παρεγενοντο πας ο λαος εις μασσηφα και βαιθηλ και εκαθισαν εκει εως εσπερας ενωπιον του θεου και επηραν την φωνην αυτων και εκλαυσαν κλαυθμον μεγαν
3
και ειπαν ινα τι κυριε ο θεος ισραηλ εγενηθη αυτη εν τω ισραηλ του επισκεπηναι σημερον εν τω ισραηλ φυλην μιαν
4
και εγενετο εν τη επαυριον και ωρθρισεν ο λαος και ωκοδομησαν εκει θυσιαστηριον και ανηνεγκαν ολοκαυτωματα σωτηριου
5
και ειπαν οι υιοι ισραηλ τις ο μη αναβας εν τη εκκλησια εκ πασων φυλων ισραηλ προς κυριον οτι ορκος μεγας ην τω μη αναβαντι προς κυριον εις μασσηφα λεγοντες θανατω αποθανειται
6
και παρεκληθησαν οι υιοι ισραηλ περι βενιαμιν του αδελφου αυτων και ειπαν αφηρηται σημερον φυλη μια εξ ισραηλ
7
τι ποιησωμεν αυτοις τοις υπολειφθεισιν εις γυναικας και ημεις ωμοσαμεν εν κυριω του μη δουναι αυτοις απο των θυγατερων ημων εις γυναικας
8
και ειπαν τις μια των φυλων ισραηλ ητις ουκ ανεβη προς κυριον εις μασσηφα και ιδου ουκ ηλθεν ανηρ εις την παρεμβολην απο ιαβις γαλααδ εις την εκκλησιαν
9
και επεσκεπη ο λαος και ιδου ουκ εστιν εκει ανηρ απο των κατοικουντων ιαβις γαλααδ
10
και απεστειλαν εκει η συναγωγη δωδεκα χιλιαδας ανδρων απο των υιων της δυναμεως και ενετειλαντο αυτοις λεγοντες πορευθητε και παταξατε παντας τους κατοικουντας ιαβις γαλααδ εν στοματι ρομφαιας και τας γυναικας και τον λαον
11
και ουτος ο λογος ον ποιησετε παν αρσενικον και πασαν γυναικα γινωσκουσαν κοιτην αρσενος αναθεματιειτε
12
και ευρον απο των κατοικουντων ιαβις γαλααδ τετρακοσιας νεανιδας παρθενους αι ουκ εγνωσαν ανδρα εις κοιτην αρσενος και ηγον αυτας εις την παρεμβολην εις σηλω η εστιν εν γη χανααν
13
και απεστειλεν πασα η συναγωγη και ελαλησαν προς βενιαμιν τον εν τη πετρα ρεμμων και εκαλεσαν αυτους εις ειρηνην
14
και απεστρεψεν βενιαμιν προς τους υιους ισραηλ εν τω καιρω εκεινω και εδωκαν αυτοις τας γυναικας αιτινες ησαν εκ των γυναικων ιαβις γαλααδ και ηρεσεν αυτοις ουτως
15
και ο λαος παρεκληθη τω βενιαμιν οτι εποιησεν κυριος διακοπην εν ταις φυλαις ισραηλ
16
και ειπαν οι πρεσβυτεροι της συναγωγης τι ποιησωμεν τοις επιλοιποις εις γυναικας οτι ηφανισται εκ του βενιαμιν γυνη
17
και ειπαν κληρονομια διασεσωσμενη τω βενιαμιν και ου μη εξαλειφθη φυλη εξ ισραηλ
18
και ημεις ου δυνησομεθα δουναι αυτοις γυναικας απο των θυγατερων ημων οτι ωμοσαμεν οι υιοι ισραηλ λεγοντες επικαταρατος ο διδους γυναικα τω βενιαμιν
19
και ειπαν εορτη τω κυριω εν σηλω αφ' ημερων εις ημερας η εστιν απο βορρα της βαιθηλ κατ' ανατολας ηλιου εν τη οδω τη αναβαινουση εκ βαιθηλ εις σικιμα και απο νοτου του λιβανου της λεβωνα
20
και ενετειλαντο τοις υιοις βενιαμιν λεγοντες διελθατε και ενεδρευσατε εν τοις αμπελωσιν
21
και οψεσθε και ιδου ως αν εξελθωσιν αι θυγατερες των κατοικουντων σηλω εν σηλω χορευσαι εν χοροις και εξελευσεσθε απο των αμπελωνων και αρπασετε ανηρ εαυτω γυναικα απο των θυγατερων σηλω και απελευσεσθε εις γην βενιαμιν
22
και εσται οταν ελθωσιν οι πατερες αυτων η οι αδελφοι αυτων κρινεσθαι προς υμας και ερουμεν προς αυτους ελεησατε αυτους οτι ουκ ελαβον ανηρ γυναικα αυτου εν τω πολεμω ου γαρ υμεις δεδωκατε αυτοις κατα τον καιρον επλημμελησατε
23
και εποιησαν ουτως οι υιοι βενιαμιν και ελαβον γυναικας κατα τον αριθμον αυτων απο των χορευουσων ας διηρπασαν και απηλθον και απεστρεψαν επι την κληρονομιαν αυτων και ωκοδομησαν εαυτοις πολεις και κατωκησαν εν αυταις
24
και περιεπατησαν εκειθεν οι υιοι ισραηλ εν τω καιρω εκεινω ανηρ εις την φυλην αυτου και εις την συγγενειαν αυτου και απηλθον εκειθεν ανηρ εις την κληρονομιαν αυτου
25
εν ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ ανηρ εκαστος το ευθες εν οφθαλμοις αυτου εποιει .