1
και ταυτα τα εθνη αφηκεν ιησους ωστε πειρασαι εν αυτοις τον ισραηλ παντας τους μη εγνωκοτας παντας τους πολεμους χανααν
2
πλην δια τας γενεας των υιων ισραηλ του διδαξαι αυτους πολεμον πλην οι εμπροσθεν αυτων ουκ εγνωσαν αυτα
3
τας πεντε σατραπειας των αλλοφυλων και παντα τον χαναναιον και τον σιδωνιον και τον ευαιον τον κατοικουντα τον λιβανον απο του ορους του βαλαερμων εως λοβωημαθ
4
και εγενετο ωστε πειρασαι εν αυτοις τον ισραηλ γνωναι ει ακουσονται τας εντολας κυριου ας ενετειλατο τοις πατρασιν αυτων εν χειρι μωυση
5
και οι υιοι ισραηλ κατωκησαν εν μεσω του χαναναιου και του χετταιου και του αμορραιου και του φερεζαιου και του ευαιου και του ιεβουσαιου
6
και ελαβον τας θυγατερας αυτων εαυτοις εις γυναικας και τας θυγατερας αυτων εδωκαν τοις υιοις αυτων και ελατρευσαν τοις θεοις αυτων
7
και εποιησαν οι υιοι ισραηλ το πονηρον εναντι κυριου και επελαθοντο κυριου θεου αυτων και ελατρευσαν ταις βααλιμ και τοις αλσεσιν
8
και ωργισθη θυμω κυριος εν τω ισραηλ και απεδοτο αυτους εις χειρας χουσαρσαθωμ βασιλεως συριας ποταμων και εδουλευσαν αυτω οκτω ετη
9
και εκεκραξαν οι υιοι ισραηλ προς κυριον και ηγειρεν κυριος σωτηρα τω ισραηλ και εσωσεν αυτους τον γοθονιηλ υιον κενεζ αδελφον χαλεβ τον νεωτερον αυτου και εισηκουσεν αυτου
10
και εγενετο επ' αυτον πνευμα κυριου και εκρινεν τον ισραηλ και εξηλθεν επι τον πολεμον και παρεδωκεν κυριος εν χειρι αυτου τον χουσαρσαθωμ βασιλεα συριας και εκραταιωθη η χειρ αυτου επι τον χουσαρσαθωμ
11
και ησυχασεν η γη ετη πεντηκοντα και απεθανεν γοθονιηλ υιος κενεζ
12
και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον εναντι κυριου και ενισχυσεν κυριος τον εγλωμ βασιλεα μωαβ επι τον ισραηλ δια το πεποιηκεναι αυτους το πονηρον εναντι κυριου
13
και προσηγαγεν προς αυτον παντας τους υιους αμμων και αμαληκ και επορευθη και επαταξεν τον ισραηλ και εκληρονομησεν την πολιν των φοινικων
14
και εδουλευσαν οι υιοι ισραηλ τω εγλωμ βασιλει μωαβ ετη δεκα οκτω
15
και εκεκραξαν οι υιοι ισραηλ προς κυριον και ηγειρεν αυτοις κυριος σωτηρα τον αωδ υιον γηρα υιου του ιεμενι ανδρα αμφοτεροδεξιον και απεστειλαν οι υιοι ισραηλ δωρα εν χειρι αυτου τω εγλωμ βασιλει μωαβ
16
και εποιησεν εαυτω αωδ μαχαιραν διστομον σπιθαμης το μηκος και περιεζωσατο αυτην υπο τον μανδυαν επι τον μηρον τον δεξιον αυτου
17
και προσηνεγκεν τα δωρα τω εγλωμ βασιλει μωαβ και εγλωμ ανηρ αστειος σφοδρα
18
και εγενετο ως συνετελεσεν αωδ προσφερων τα δωρα και εξαπεστειλεν τους αιροντας τα δωρα
19
και εγλωμ ανεστρεψεν απο των γλυπτων μετα της γαλγαλ και ειπεν αωδ λογος μοι κρυφιος προς σε βασιλευ και ειπεν εγλωμ πασιν εκ μεσου και εξηλθον απ' αυτου παντες οι παραστηκοντες αυτω
20
και αωδ εισηλθεν προς αυτον και αυτος εκαθητο εν τω υπερωω τω θερινω αυτου μονωτατος και ειπεν αωδ λογος θεου μοι προς σε βασιλευ και εξανεστη απο του θρονου εγλωμ εγγυς αυτου
21
και εγενετο αμα του αναστηναι εξετεινεν αωδ την χειρα την αριστεραν αυτου και ελαβεν την μαχαιραν απο του μηρου του δεξιου αυτου και ενεπηξεν αυτην εις την κοιλιαν εγλωμ
22
και επεισηνεγκεν και γε την λαβην οπισω της φλογος και απεκλεισεν το στεαρ κατα της φλογος οτι ουκ εξεσπασεν την μαχαιραν εκ της κοιλιας αυτου
23
και εξηλθεν αωδ εις την προσταδα και απεκλεισεν τας θυρας του υπερωου επ' αυτον και εσφηνωσεν
24
και αυτος εξηλθεν και οι παιδες αυτου εισηλθον και ειδον και ιδου αι θυραι του υπερωου αποκεκλεισμεναι και ειπαν μηποτε προς διφρους καθηται εν τη αποχωρησει του κοιτωνος
25
και προσεμειναν αισχυνομενοι και ιδου ουκ ην ο ανοιγων τας θυρας του υπερωου και ελαβον την κλειδα και ηνοιξαν και ιδου ο κυριος αυτων πεπτωκως επι την γην τεθνηκως
26
και αωδ διεσωθη εως εθορυβουντο και ουκ ην ο προσνοων αυτω και αυτος παρηλθεν τα γλυπτα και διεσωθη εις σειρωθα
27
και εγενετο ηνικα ηλθεν και εσαλπισεν κερατινη εν ορει εφραιμ και κατεβησαν συν αυτω οι υιοι ισραηλ και αυτος εμπροσθεν αυτων
28
και ειπεν προς αυτους καταβαινετε οπισω μου οτι παρεδωκεν κυριος ο θεος τους εχθρους υμων την μωαβ εν χειρι υμων και κατεβησαν οπισω αυτου και προκατελαβοντο τας διαβασεις του ιορδανου της μωαβ και ουκ αφηκαν ανδρα διαβηναι
29
και επαταξαν την μωαβ εν τω καιρω εκεινω ωσει δεκα χιλιαδας ανδρων παντας τους μαχητας τους εν αυτοις και παντα ανδρα δυναμεως και ου διεσωθη ανηρ
30
και ενετραπη μωαβ εν τη ημερα εκεινη υπο την χειρα ισραηλ και ησυχασεν η γη ογδοηκοντα ετη και εκρινεν αυτους αωδ εως ου απεθανεν
31
και μετα τουτον ανεστη σαμεγαρ υιος αναθ και επαταξεν τους αλλοφυλους εις εξακοσιους ανδρας εκτος μοσχων των βοων και εσωσεν αυτος τον ισραηλ