1
και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον εναντι κυριου
2
και απεδοτο αυτους κυριος εν χειρι ιαβιν βασιλεως χανααν ος εβασιλευσεν εν ασωρ και ο αρχων της δυναμεως αυτου σισαρα και αυτος κατωκει εν αρισωθ των εθνων
3
και εκεκραξαν οι υιοι ισραηλ προς κυριον οτι εννακοσια αρματα σιδηρα ην αυτω και αυτος εθλιψεν τον ισραηλ κατα κρατος εικοσι ετη
4
και δεββωρα γυνη προφητις γυνη λαφιδωθ αυτη εκρινεν τον ισραηλ εν τω καιρω εκεινω
5
και αυτη εκαθητο υπο φοινικα δεββωρα ανα μεσον ραμα και ανα μεσον βαιθηλ εν ορει εφραιμ και ανεβαινον προς αυτην οι υιοι ισραηλ εκει του κρινεσθαι
6
και απεστειλεν δεββωρα και εκαλεσεν τον βαρακ υιον αβινεεμ εκ κεδες νεφθαλι και ειπεν προς αυτον ουχι σοι ενετειλατο κυριος ο θεος ισραηλ και απελευση εις ορος θαβωρ και λημψη μετα σεαυτου δεκα χιλιαδας ανδρων απο των υιων νεφθαλι και απο των υιων ζαβουλων
7
και απαξω προς σε εις τον χειμαρρουν κισων τον σισαρα αρχοντα της δυναμεως ιαβιν και τα αρματα αυτου και το πληθος αυτου και παραδωσω αυτον εν τη χειρι σου
8
και ειπεν προς αυτην βαρακ εαν πορευθης μετ' εμου πορευσομαι και εαν μη πορευθης μετ' εμου ου πορευσομαι οτι ουκ οιδα την ημεραν εν η ευοδοι κυριος τον αγγελον μετ' εμου
9
και ειπεν προς αυτον δεββωρα πορευομενη πορευσομαι μετα σου πλην γινωσκε οτι ουκ εσται το προτερημα σου εις την οδον ην συ πορευη οτι εν χειρι γυναικος αποδωσεται κυριος τον σισαρα και ανεστη δεββωρα και επορευθη μετα του βαρακ εις κεδες
10
και παρηγγειλεν βαρακ τω ζαβουλων και τω νεφθαλι εις κεδες και ανεβησαν κατα ποδας αυτου δεκα χιλιαδες ανδρων και δεββωρα ανεβη μετ' αυτου
11
και οι πλησιον του κιναιου εχωρισθησαν απο των υιων ιωβαβ γαμβρου μωυση και επηξεν την σκηνην αυτου προς δρυν αναπαυομενων η εστιν εχομενα κεδες
12
και ανηγγειλαν τω σισαρα οτι ανεβη βαρακ υιος αβινεεμ επ' ορος θαβωρ
13
και εκαλεσεν σισαρα παντα τα αρματα αυτου οτι εννακοσια αρματα σιδηρα ην αυτω και παντα τον λαον τον μετ' αυτου απο αρισωθ των εθνων εις τον χειμαρρουν κισων
14
και ειπεν δεββωρα προς βαρακ αναστηθι οτι αυτη η ημερα εν η παρεδωκεν κυριος τον σισαρα εν χειρι σου ουκ ιδου κυριος ελευσεται εμπροσθεν σου και κατεβη βαρακ απο του ορους θαβωρ και δεκα χιλιαδες ανδρων οπισω αυτου
15
και εξεστησεν κυριος τον σισαρα και παντα τα αρματα αυτου και πασαν την παρεμβολην αυτου εν στοματι ρομφαιας ενωπιον βαρακ και κατεβη σισαρα απο του αρματος αυτου και εφυγεν τοις ποσιν αυτου
16
και βαρακ διωκων οπισω των αρματων και οπισω της παρεμβολης εως δρυμου των εθνων και επεσεν πασα η παρεμβολη σισαρα εν στοματι ρομφαιας ου κατελειφθη εως ενος
17
και σισαρα ανεχωρησεν τοις ποσιν αυτου εις σκηνην ιαηλ γυναικος χαβερ του κιναιου οτι ειρηνη ανα μεσον ιαβιν βασιλεως ασωρ και ανα μεσον οικου χαβερ του κιναιου
18
και εξηλθεν ιαηλ εις απαντησιν σισαρα και ειπεν προς αυτον εκνευσον κυριε μου εκνευσον προς με μη φοβου και εξενευσεν προς αυτην εις την σκηνην και συνεκαλυψεν αυτον εν τη δερρει αυτης
19
και ειπεν σισαρα προς αυτην ποτισον με δη μικρον υδωρ οτι εδιψησα και ηνοιξεν τον ασκον του γαλακτος και εποτισεν αυτον και συνεκαλυψεν το προσωπον αυτου
20
και ειπεν προς αυτην στηθι εν τη θυρα της σκηνης και εσται εαν τις ελθη προς σε και ερωτηση σε και ειπη σοι εστιν ενταυθα ανηρ και ερεις ουκ εστιν και συνεκαλυψεν αυτον εν τη δερρει αυτης
21
και ελαβεν ιαηλ γυνη χαβερ τον πασσαλον της σκηνης και εθηκεν την σφυραν εν τη χειρι αυτης και εισηλθεν προς αυτον ησυχη και ενεκρουσεν τον πασσαλον εν τη γναθω αυτου και διηλασεν εν τη γη και αυτος απεσκαρισεν ανα μεσον των γονατων αυτης και εξεψυξεν και απεθανεν
22
και ιδου βαρακ διωκων τον σισαρα και εξηλθεν ιαηλ εις απαντην αυτου και ειπεν αυτω δευρο και δειξω σοι τον ανδρα ον συ ζητεις και εισηλθεν προς αυτην και ιδου σισαρα πεπτωκως νεκρος και ο πασσαλος εν τη γναθω αυτου
23
και εταπεινωσεν κυριος ο θεος τον ιαβιν βασιλεα χανααν εν τη ημερα εκεινη ενωπιον υιων ισραηλ
24
και επορευθη χειρ των υιων ισραηλ πορευομενη και σκληρυνομενη επι ιαβιν βασιλεα χανααν εως εξωλεθρευσαν αυτον