1
και ησεν δεββωρα και βαρακ υιος αβινεεμ εν τη ημερα εκεινη και ειπεν
2
εν τω αρξασθαι αρχηγους εν ισραηλ εν προαιρεσει λαου ευλογειτε τον κυριον
3
ακουσατε βασιλεις ενωτιζεσθε σατραπαι δυνατοι εγω τω κυριω ασομαι ψαλω τω θεω ισραηλ
4
κυριε εν τη εξοδω σου εκ σηιρ εν τω απαιρειν σε εξ αγρου εδωμ γη εσεισθη και ο ουρανος εξεσταθη και αι νεφελαι εσταξαν υδωρ
5
ορη εσαλευθησαν απο προσωπου κυριου τουτο σινα απο προσωπου κυριου θεου ισραηλ
6
εν ημεραις σαμεγαρ υιου αναθ εν ημεραις ιαηλ εξελιπον βασιλεις και επορευθησαν τριβους επορευθησαν οδους διεστραμμενας
7
εξελιπεν φραζων εν τω ισραηλ εξελιπεν εως ου εξανεστη δεββωρα οτι ανεστη μητηρ εν τω ισραηλ
8
ηρετισαν θεους καινους ως αρτον κριθινον σκεπην εαν ιδω σιρομαστων εν τεσσαρακοντα χιλιασιν
9
η καρδια μου επι τα διατεταγμενα τω ισραηλ οι δυνασται του λαου ευλογειτε τον κυριον
10
επιβεβηκοτες επι υποζυγιων καθημενοι επι λαμπηνων
11
φθεγξασθε φωνην ανακρουομενων ανα μεσον ευφραινομενων εκει δωσουσιν δικαιοσυνην κυριω δικαιοι ενισχυσαν εν τω ισραηλ τοτε κατεβη εις τας πολεις αυτου ο λαος κυριου
12
εξεγειρου εξεγειρου δεββωρα εξεγειρον μυριαδας μετα λαου εξεγειρου εξεγειρου λαλει μετ' ωδης ενισχυων εξανιστασο βαρακ και ενισχυσον δεββωρα τον βαρακ αιχμαλωτιζε αιχμαλωσιαν σου υιος αβινεεμ
13
ποτε εμεγαλυνθη η ισχυς αυτου κυριε ταπεινωσον μοι τους ισχυροτερους μου
14
λαος εφραιμ ετιμωρησατο αυτους εν κοιλαδι αδελφου σου βενιαμιν εν λαοις σου εξ εμου μαχιρ κατεβησαν εξερευνωντες και εκ ζαβουλων κυριος επολεμει μοι εν δυνατοις εκειθεν εν σκηπτρω ενισχυοντος ηγησεως
15
εν ισσαχαρ μετα δεββωρας εξαπεστειλεν πεζους αυτου εις την κοιλαδα ινα τι συ κατοικεις εν μεσω χειλεων εξετεινεν εν τοις ποσιν αυτου εν διαιρεσεσιν ρουβην μεγαλοι ακριβασμοι καρδιας
16
ινα τι μοι καθησαι ανα μεσον των μοσφαθαιμ του εισακουειν συρισμους εξεγειροντων του διελθειν εις τα του ρουβην μεγαλοι εξιχνιασμοι καρδιας
17
γαλααδ εν τω περαν του ιορδανου κατεσκηνωσεν και δαν ινα τι παροικει πλοιοις ασηρ παρωκησεν παρ' αιγιαλον θαλασσων και επι τας διακοπας αυτου κατεσκηνωσεν
18
ζαβουλων λαος ονειδισας ψυχην αυτου εις θανατον και νεφθαλιμ επι υψη αγρου
19
ηλθον βασιλεις και παρεταξαντο τοτε επολεμησαν βασιλεις χανααν εν θενναχ επι υδατος μαγεδδω πλεονεξιαν αργυριου ουκ ελαβον
20
εκ του ουρανου επολεμησαν αστερες εκ της ταξεως αυτων επολεμησαν μετα σισαρα
21
χειμαρρους κισων εξεβαλεν αυτους χειμαρρους καδημιμ χειμαρρους κισων καταπατησει αυτους ψυχη μου δυνατη
22
τοτε απεκοπησαν πτερναι ιππου αμαδαρωθ δυνατων αυτου
23
καταρασασθε μαρωζ ειπεν ο αγγελος κυριου καταρασει καταρασασθε τους ενοικους αυτης οτι ουκ ηλθοσαν εις την βοηθειαν κυριου βοηθος ημων κυριος εν μαχηταις δυνατος
24
ευλογηθειη εκ γυναικων ιαηλ γυνη χαβερ του κιναιου εκ γυναικων εν σκηνη ευλογηθειη
25
υδωρ ητησεν αυτην και γαλα εδωκεν αυτω εν λακανη ισχυρων προσηγγισεν βουτυρον
26
την χειρα αυτης την αριστεραν εις πασσαλον εξετεινεν την δεξιαν αυτης εις αποτομας κατακοπων και απετεμεν σισαρα απετριψεν την κεφαλην αυτου και συνεθλασεν και διηλασεν την γναθον αυτου
27
ανα μεσον των ποδων αυτης συγκαμψας επεσεν εκοιμηθη μεταξυ ποδων αυτης εν ω εκαμψεν εκει επεσεν ταλαιπωρος
28
δια της θυριδος διεκυπτεν η μητηρ σισαρα δια της δικτυωτης επιβλεπουσα επι τους μεταστρεφοντας μετα σισαρα δια τι ησχατισεν το αρμα αυτου παραγενεσθαι δια τι εχρονισαν ιχνη αρματων αυτου
29
σοφαι αρχουσων αυτης ανταπεκριναντο προς αυτην και αυτη απεκρινατο εν ρημασιν αυτης
30
ουχι ευρησουσιν αυτον διαμεριζοντα σκυλα φιλιαζων φιλοις εις κεφαλην δυνατου σκυλα βαμματων σισαρα σκυλα βαμματων ποικιλιας βαφη ποικιλων περι τραχηλον αυτου σκυλον
31
ουτως απολοιντο παντες οι εχθροι σου κυριε και οι αγαπωντες αυτον καθως η ανατολη του ηλιου εν δυναστειαις αυτου και ησυχασεν η γη τεσσαρακοντα ετη