1
και εποιησαν οι υιοι ισραηλ το πονηρον εναντι κυριου και παρεδωκεν αυτους κυριος εν χειρι μαδιαμ ετη επτα
2
και κατισχυσεν χειρ μαδιαμ επι ισραηλ και εποιησαν εαυτοις οι υιοι ισραηλ απο προσωπου μαδιαμ μανδρας εν τοις ορεσιν και τοις σπηλαιοις και τοις οχυρωμασιν
3
και εγενετο οταν εσπειρεν ανηρ ισραηλ και ανεβαινεν μαδιαμ και αμαληκ και οι υιοι ανατολων και ανεβαινον επ' αυτον
4
και παρενεβαλλον επ' αυτους και διεφθειραν τα εκφορια της γης εως του ελθειν εις γαζαν και ουχ υπελειποντο υποστασιν ζωης εν ισραηλ και ποιμνιον και μοσχον και ονον
5
οτι αυτοι και τα κτηνη αυτων ανεβαινον και τας σκηνας αυτων παρεφερον και παρεγινοντο ως ακρις εις πληθος και αυτοις και ταις καμηλοις αυτων ουκ ην αριθμος και παρεγινοντο εν τη γη ισραηλ του διαφθειρειν αυτην
6
και επτωχευσεν ισραηλ σφοδρα απο προσωπου μαδιαμ και εκεκραξαν οι υιοι ισραηλ προς κυριον
7
και εγενετο επει εκεκραξαν οι υιοι ισραηλ προς κυριον δια μαδιαμ
8
και εξαπεστειλεν κυριος ανδρα προφητην προς τους υιους ισραηλ και ειπεν αυτοις ταδε λεγει κυριος ο θεος ισραηλ εγω ειμι ο αναβιβασας υμας εξ αιγυπτου και εξηγαγον υμας εξ οικου δουλειας
9
και εξειλαμην υμας εκ χειρος αιγυπτου και εκ χειρος παντων των θλιβοντων υμας και εξεβαλον αυτους εκ προσωπου υμων και εδωκα υμιν την γην αυτων
10
και ειπα υμιν εγω κυριος ο θεος υμων ου φοβηθησεσθε τους θεους του αμορραιου εν οις υμεις ενοικειτε εν τη γη αυτων και ουκ εισηκουσατε της φωνης μου
11
και ηλθεν αγγελος κυριου και εκαθισεν υπο την δρυν την ουσαν εν εφραθα την του ιωας πατρος αβιεζρι και γεδεων ο υιος αυτου ερραβδιζεν πυρους εν ληνω του εκφυγειν εκ προσωπου μαδιαμ
12
και ωφθη αυτω αγγελος κυριου και ειπεν προς αυτον κυριος μετα σου δυνατος τη ισχυι
13
και ειπεν προς αυτον γεδεων εν εμοι κυριε και ει εστιν κυριος μεθ' ημων ινα τι ευρεν ημας παντα τα κακα ταυτα και που εστιν παντα τα θαυμασια αυτου οσα διηγησαντο ημιν οι πατερες ημων λεγοντες ουχι εξ αιγυπτου ανηγαγεν ημας κυριος και νυν απωσατο ημας και παρεδωκεν ημας εν χειρι μαδιαμ
14
και επεβλεψεν προς αυτον ο αγγελος κυριου και ειπεν αυτω πορευου εν τη ισχυι σου και σωσεις τον ισραηλ και ιδου εξαπεστειλα σε
15
και ειπεν προς αυτον γεδεων εν εμοι κυριε εν τινι σωσω τον ισραηλ ιδου η χιλιας μου ταπεινοτερα εν μανασση και εγω ειμι μικρος εν τω οικω του πατρος μου
16
και ειπεν προς αυτον ο αγγελος κυριου κυριος εσται μετα σου και παταξεις την μαδιαμ ωσει ανδρα ενα
17
και ειπεν προς αυτον γεδεων και ει ευρον χαριν εν οφθαλμοις σου και ποιησεις μοι σημειον οτι συ λαλεις μετ' εμου
18
μη κινηθης εντευθεν εως του ελθειν με προς σε και οισω την θυσιαν μου και θησω ενωπιον σου και ειπεν εγω ειμι καθησομαι εως του επιστρεψαι σε
19
και γεδεων εισηλθεν και εποιησεν εριφον αιγων και οιφι αλευρου αζυμα και τα κρεα επεθηκεν επι το κανουν και τον ζωμον ενεχεεν εις χυτραν και εξηνεγκεν προς αυτον υπο την δρυν και προσεκυνησεν
20
και ειπεν προς αυτον ο αγγελος κυριου λαβε τα κρεα και τους αρτους τους αζυμους και θες προς την πετραν εκεινην και τον ζωμον εκχεον και εποιησεν ουτως
21
και εξετεινεν ο αγγελος κυριου το ακρον της ραβδου της εν τη χειρι αυτου και ηψατο των κρεων και των αζυμων και ανηφθη πυρ εκ της πετρας και κατεφαγεν τα κρεα και τους αζυμους και ο αγγελος κυριου απηλθεν εξ οφθαλμων αυτου
22
και ειδεν γεδεων οτι αγγελος κυριου εστιν και ειπεν γεδεων α α κυριε κυριε οτι ειδον τον αγγελον κυριου προσωπον προς προσωπον
23
και ειπεν αυτω κυριος ειρηνη σοι μη φοβου μη αποθανης
24
και ωκοδομησεν εκει γεδεων θυσιαστηριον τω κυριω και εκαλεσεν αυτο ειρηνη κυριου εως της ημερας ταυτης ετι αυτου οντος εν εφραθα πατρος του εζρι
25
και εγενηθη τη νυκτι εκεινη και ειπεν αυτω κυριος λαβε τον μοσχον τον σιτευτον του πατρος σου μοσχον τον επταετη και καθελεις το θυσιαστηριον του βααλ ο εστιν του πατρος σου και το αλσος το επ' αυτω εκκοψεις
26
και οικοδομησεις θυσιαστηριον κυριω τω θεω σου τω οφθεντι σοι επι της κορυφης του ορους μαωζ τουτου εν τη παραταξει και λημψη τον μοσχον και ανοισεις ολοκαυτωμα εν τοις ξυλοις του αλσους ου εκκοψεις
27
και ελαβεν γεδεων τρεις και δεκα ανδρας απο των δουλων αυτου και εποιησεν καθα ελαλησεν προς αυτον κυριος και εγενετο ως εφοβηθη τον οικον του πατρος αυτου και τους ανδρας της πολεως μη ποιησαι ημερας και εποιησεν νυκτος
28
και ωρθρισαν οι ανδρες της πολεως το πρωι και ιδου κατεσκαμμενον το θυσιαστηριον του βααλ και το αλσος το επ' αυτω εκκεκομμενον και ο μοσχος ο σιτευτος ανηνεγμενος εις ολοκαυτωμα επι το θυσιαστηριον το ωκοδομημενον
29
και ειπεν ανηρ προς τον πλησιον αυτου τις εποιησεν το πραγμα τουτο και ανηταζον και εξεζητουν και ειπαν γεδεων ο υιος ιωας εποιησεν το πραγμα τουτο
30
και ειπαν οι ανδρες της πολεως προς ιωας εξαγαγε τον υιον σου και αποθανετω οτι κατεσκαψεν το θυσιαστηριον του βααλ και οτι εκοψεν το αλσος το επ' αυτω
31
και ειπεν ιωας προς τους ανδρας τους εσταμενους επ' αυτον μη υμεις νυν δικαζεσθε περι του βααλ η υμεις σωζετε αυτον ος αντεδικησεν αυτον αποθανειται εως πρωι ει εστιν θεος αυτος εκδικησει αυτον οτι κατεσκαψεν το θυσιαστηριον αυτου
32
και εκαλεσεν αυτο εν τη ημερα εκεινη δικαστηριον του βααλ οτι κατεσκαψεν το θυσιαστηριον αυτου
33
και πασα μαδιαμ και αμαληκ και υιοι ανατολων συνηχθησαν επι το αυτο και διεβησαν και παρενεβαλον εν τη κοιλαδι ιεζραελ
34
και πνευμα θεου ενεδυσεν τον γεδεων και εσαλπισεν εν κερατινη και εβοησεν αβιεζερ οπισω αυτου
35
και αγγελους εξαπεστειλεν εν παντι μανασση και εβοησεν και αυτος οπισω αυτου και εξαπεστειλεν αγγελους εν ασηρ και εν ζαβουλων και εν νεφθαλι και ανεβησαν εις συναντησιν αυτου
36
και ειπεν γεδεων προς τον θεον ει σωζεις εν τη χειρι μου τον ισραηλ ον τροπον ελαλησας
37
ιδου εγω απερειδομαι τον ποκον των εριων εν τω αλωνι και εαν δροσος γενηται επι τον ποκον μονον και επι πασαν την γην ξηρασια και γνωσομαι οτι σωζεις εν τη χειρι μου τον ισραηλ ον τροπον ελαλησας
38
και εγενετο ουτως και ωρθρισεν γεδεων τη επαυριον και απεπιασεν τον ποκον και απερρυη η δροσος εκ του ποκου πληρης λεκανη υδατος
39
και ειπεν γεδεων προς τον θεον μη οργισθητω ο θυμος σου εν εμοι και λαλησω ετι απαξ και πειρασω ετι απαξ εν τω ποκω και γενηθητω ξηρασια επι τον ποκον μονον επι δε πασαν την γην γενηθητω δροσος
40
και εποιησεν ο θεος ουτως εν τη νυκτι εκεινη και εγενετο ξηρασια επι τον ποκον μονον επι δε πασαν την γην εγενετο δροσος