1
και ωρθρισεν ιεροβααλ αυτος εστιν γεδεων και πας ο λαος ο μετ' αυτου και παρενεβαλεν επι την γην αρωεδ και παρεμβολη μαδιαμ και αμαληκ ην αυτω απο βορρα απο του βουνου του αβωρ εν τη κοιλαδι
2
και ειπεν κυριος προς γεδεων πολυς ο λαος ο μετα σου ωστε μη παραδουναι με την μαδιαμ εν χειρι αυτων μηποτε καυχησηται ισραηλ επ' εμε λεγων η χειρ μου εσωσεν με
3
και ειπεν κυριος προς αυτον λαλησον δη εις τα ωτα του λαου λεγων τις δειλος και φοβουμενος αποστραφητω και εξωρμησαν απο του ορους του γαλααδ και απεστραφησαν απο του λαου εικοσι και δυο χιλιαδες και δεκα χιλιαδες υπελειφθησαν
4
και ειπεν κυριος προς γεδεων ετι ο λαος πολυς καταγαγε αυτους εις το υδωρ και δοκιμω αυτους σοι εκει και εσται ον εαν ειπω προς σε ουτος πορευσεται μετα σου αυτος πορευσεται μετα σου και ον εαν ειπω σοι οτι ου πορευσεται μετα σου αυτος ου πορευσεται μετα σου
5
και κατεβιβασεν τον λαον εις το υδωρ και ειπεν κυριος προς γεδεων πας ος αν λαψη τη γλωσση αυτου εκ του υδατος ως εαν λαψη ο κυων στησεις αυτον κατα μονας και πας ος αν καμψη επι τα γονατα αυτου του πιειν μεταστησεις αυτον καθ' αυτον
6
και εγενετο πας ο αριθμος των λαψαντων εν τη γλωσση αυτων τριακοσιοι ανδρες και πας ο επιλοιπος του λαου εκαμψαν επι τα γονατα αυτων του πιειν υδωρ
7
και ειπεν κυριος προς γεδεων εν τοις τριακοσιοις ανδρασιν τοις λαψασιν σωσω υμας και παραδωσω την μαδιαμ εν χειρι σου και πας ο λαος αποτρεχετω ανηρ εις τον τοπον αυτου
8
και ελαβον τον επισιτισμον του λαου εν τη χειρι αυτων και τας κερατινας αυτων και παντα ανδρα ισραηλ εξαπεστειλεν ανδρα εις το σκηνωμα αυτου των δε τριακοσιων ανδρων εκρατησεν η δε παρεμβολη μαδιαμ ην υποκατωθεν αυτου εν τη κοιλαδι
9
και εγενηθη εν τη νυκτι εκεινη και ειπεν προς αυτον κυριος αναστα καταβηθι το ταχος εντευθεν εις την παρεμβολην οτι παρεδωκα αυτην εν τη χειρι σου
10
ει δε φοβη συ καταβηναι καταβηθι συ και φαρα το παιδαριον σου εις την παρεμβολην
11
και ακουση τι λαλουσιν και μετα ταυτα ισχυσουσιν αι χειρες σου και καταβηση εν τη παρεμβολη και κατεβη αυτος και φαρα το παιδαριον αυτου εις μερος των πεντηκοντα των εν τη παρεμβολη
12
και μαδιαμ και αμαληκ και παντες οι υιοι ανατολων παρεμβεβληκεισαν εν τη κοιλαδι ως ακρις εις πληθος και ταις καμηλοις αυτων ουκ ην αριθμος αλλ' ησαν ωσπερ η αμμος η επι το χειλος της θαλασσης εις πληθος
13
και εισηλθεν γεδεων και ιδου ανηρ εξηγειτο τω πλησιον αυτου το ενυπνιον και ειπεν ιδου το ενυπνιον ο ηνυπνιασθην και ιδου μαγις αρτου κριθινου κυλιομενη εν τη παρεμβολη μαδιαμ και ηλθεν εως της σκηνης μαδιαμ και επαταξεν αυτην και κατεστρεψεν αυτην και επεσεν η σκηνη
14
και απεκριθη ο πλησιον αυτου και ειπεν ουκ εστιν αυτη αλλ' η ρομφαια γεδεων υιου ιωας ανδρος ισραηλ παρεδωκεν κυριος εν χειρι αυτου την μαδιαμ και πασαν την παρεμβολην
15
και εγενετο ως ηκουσεν γεδεων την διηγησιν του ενυπνιου και την συγκρισιν αυτου και προσεκυνησεν κυριον και επεστρεψεν εις την παρεμβολην ισραηλ και ειπεν αναστητε οτι παρεδωκεν κυριος εν χερσιν υμων την παρεμβολην μαδιαμ
16
και διειλεν τους τριακοσιους ανδρας τρεις αρχας και εδωκεν κερατινας εν χειρι παντων και υδριας κενας και λαμπαδας εν μεσω των υδριων
17
και ειπεν προς αυτους απ' εμου οψεσθε και ουτως ποιησετε και ιδου εγω εισπορευομαι εν μεσω της παρεμβολης και εσται ως εαν ποιησω ουτως ποιησετε
18
και σαλπιω τη κερατινη εγω και παντες οι μετ' εμου και σαλπιειτε ταις κερατιναις και υμεις κυκλω της παρεμβολης και ερειτε τω κυριω και τω γεδεων
19
και εισηλθεν γεδεων και εκατον ανδρες μετ' αυτου εν μερει της παρεμβολης αρχομενης της φυλακης της μεσουσης πλην εγερσει ηγειρεν τους φυλασσοντας και εσαλπισαν ταις κερατιναις και εξετιναξαν τας υδριας τας εν ταις χερσιν αυτων
20
και εσαλπισαν αι τρεις αρχαι εν ταις κερατιναις και συνετριψαν τας υδριας και ελαβοντο εν τη χειρι τη αριστερα αυτων των λαμπαδων και εν τη χειρι τη δεξια αυτων αι κερατιναι του σαλπιζειν και ανεκραξαν ρομφαια τω κυριω και τω γεδεων
21
και εστησαν εκαστος καθ' εαυτον κυκλω της παρεμβολης και εδραμον πασα η παρεμβολη και εσημαναν και εφυγον
22
και εσαλπισαν αι τριακοσιαι κερατιναι και εθετο κυριος μαχαιραν ανδρος εν τω πλησιον αυτου και εν ολη τη παρεμβολη και εφυγεν η παρεμβολη εως της βαιθασεττα και συνηγμενη εως χειλους αβελμεουλα και επι ταβαθ
23
και εβοησεν ανηρ ισραηλ εκ νεφθαλιμ και εξ ασηρ και εκ παντος μανασση και κατεδιωξαν οπισω μαδιαμ
24
και αγγελους εξαπεστειλεν γεδεων εν παντι οριω εφραιμ λεγων καταβητε εις συναντησιν μαδιαμ και καταλαβετε εαυτοις το υδωρ εως βαιθβηρα και τον ιορδανην και εβοησεν πας ανηρ εφραιμ και προκατελαβοντο το υδωρ εως βαιθβηρα και τον ιορδανην
25
και συνελαβον τους δυο αρχοντας μαδιαμ τον ωρηβ και τον ζηβ και απεκτειναν τον ωρηβ εν σουριν και τον ζηβ απεκτειναν εν ιακεφζηβ και κατεδιωξαν μαδιαμ και την κεφαλην ωρηβ και ζηβ ηνεγκαν προς γεδεων εκ του περαν του ιορδανου