1
και ειπεν προς αυτον ανηρ εφραιμ τι το ρημα τουτο εποιησας ημιν του μη καλεσαι ημας οτε εξεπορευου πολεμησαι εν τη μαδιαμ και εκρινοντο μετ' αυτου κραταιως
2
και ειπεν προς αυτους τι εποιησα νυν καθως υμεις ουχι κρειττω επιφυλλιδες εφραιμ η τρυγητος αβιεζερ
3
εν χειρι υμων παρεδωκεν κυριος τους αρχοντας μαδιαμ τον ωρηβ και τον ζηβ και τι ηδυνασθην ποιησαι καθως υμεις και κατεπαυσαν τοτε ανηκε το πνευμα αυτων απ' αυτου εν τω λαλησαι αυτον τον λογον τουτον
4
και ηλθεν γεδεων επι τον ιορδανην και διεβη αυτος και οι τριακοσιοι ανδρες μετ' αυτου ολιγοψυχουντες και πεινωντες
5
και ειπεν τοις ανδρασιν σοκχωθ δοτε δη αρτους τω λαω τω μετ' εμου οτι πεινωσιν εγω δε διωκω οπισω ζεβεε και σαλμανα βασιλεων μαδιαμ
6
και ειπαν οι αρχοντες σοκχωθ μη χειρ ζεβεε και σαλμανα νυν εν τη χειρι σου οτι δωσομεν τη στρατια σου αρτους
7
και ειπεν γεδεων ουχ ουτως εν τω δουναι κυριον τον ζεβεε και σαλμανα εν τη χειρι μου και καταξανω τας σαρκας υμων εν ταις ακανθαις της ερημου και εν ταις βαρκοννιμ
8
και ανεβη εκειθεν εις φανουηλ και ελαλησεν προς αυτους κατα ταυτα και απεκριθησαν αυτω οι ανδρες φανουηλ ον τροπον απεκριθησαν αυτω οι ανδρες σοκχωθ
9
και ειπεν τοις ανδρασιν φανουηλ λεγων εν τω επιστρεφειν με μετ' ειρηνης κατασκαψω τον πυργον τουτον
10
και ζεβεε και σαλμανα εν καρκαρ και η παρεμβολη αυτων μετ' αυτων ωσει πεντεκαιδεκα χιλιαδες οι καταλειφθεντες εν παση παρεμβολη υιων ανατολων και οι πεπτωκοτες ησαν εκατον και εικοσι χιλιαδες ανδρων εσπασμενων ρομφαιαν
11
και ανεβη γεδεων οδον κατοικουντων εν σκηναις ανατολων της ναβεθ εξ εναντιας ζεβεε και επαταξεν την παρεμβολην η δε παρεμβολη ην πεποιθυια
12
και εφυγεν ζεβεε και σαλμανα και εδιωξεν οπισω αυτων και εκρατησεν τους δυο βασιλεις μαδιαμ τον ζεβεε και τον σαλμανα και πασαν την παρεμβολην αυτων εξετριψεν
13
και ανεστρεψεν γεδεων υιος ιωας εκ του πολεμου απο αναβασεως αρες
14
και συνελαβον παιδαριον εκ των ανδρων σοκχωθ και επηρωτησεν αυτον και απεγραψατο προς αυτους τους αρχοντας σοκχωθ και τους πρεσβυτερους αυτης εβδομηκοντα επτα ανδρας
15
και παρεγενετο γεδεων προς τους αρχοντας σοκχωθ και ειπεν αυτοις ιδου ζεβεε και σαλμανα δι' ους ωνειδισατε με λεγοντες μη χειρ ζεβεε και σαλμανα νυν εν τη χειρι σου οτι δωσομεν τοις ανδρασιν σου τοις εκλελυμενοις αρτους
16
και ελαβεν τους αρχοντας και τους πρεσβυτερους της πολεως και κατεξανεν αυτους εν ταις ακανθαις της ερημου και ταις βαρακηνιμ και κατεξανεν εν αυτοις ανδρας σοκχωθ
17
και τον πυργον φανουηλ κατεσκαψεν και απεκτεινεν τους ανδρας της πολεως
18
και ειπεν προς ζεβεε και σαλμανα που οι ανδρες ους απεκτεινατε εν θαβωρ και ειπαν ωσει συ ομοιος σοι ομοιος αυτων ως ειδος μορφη υιων βασιλεων
19
και ειπεν γεδεων αδελφοι μου και υιοι της μητρος μου εισιν και ωμοσεν αυτοις ζη κυριος ει εζωογονησατε αυτους ουκ αν απεκτεινα υμας
20
και ειπεν τω ιεθερ τω πρωτοτοκω αυτου αναστας αποκτεινον αυτους και ουκ εσπασεν το παιδαριον αυτου την μαχαιραν αυτου οτι εφοβηθη οτι ην νεωτερος
21
και ειπεν ζεβεε και σαλμανα αναστα δη συ και απαντησον ημιν οτι ως ανηρ η δυναμις αυτου και ανεστη γεδεων και ανειλεν τον ζεβεε και τον σαλμανα και ελαβεν τους μηνισκους τους εν τοις τραχηλοις των καμηλων αυτων
22
και ειπεν ανηρ ισραηλ προς γεδεων αρχε εν ημιν συ και οι υιοι σου οτι σεσωκας ημας εκ χειρος μαδιαμ
23
και ειπεν προς αυτους γεδεων ουκ αρξω εγω υμων και ουκ αρξει ο υιος μου υμων κυριος αρξει υμων
24
και ειπεν προς αυτους γεδεων αιτησομαι παρ' υμων αιτησιν και δοτε μοι ανηρ ενωτιον των σκυλων αυτου οτι ενωτια χρυσα πολλα ην αυτοις οτι ισμαηλιται ησαν
25
και ειπαν διδοντες δωσομεν και ανεπτυξεν το ιματιον αυτου και ερριψεν εκει ανηρ ενωτιον χρυσουν των σκυλων αυτου
26
και εγενηθη ο σταθμος των ενωτιων των χρυσων ων ητησατο σικλοι χιλιοι και επτακοσιοι χρυσου πλην των σιρωνων και των ορμισκων ενφωθ και των περιβολαιων των πορφυρων των επι τοις βασιλευσιν μαδιαμ και πλην των κλοιων των χρυσων των εν τοις τραχηλοις των καμηλων αυτων
27
και εποιησεν αυτο γεδεων εις εφουδ και εστησεν αυτο εν πολει αυτου εν εφραθα και εξεπορνευσεν πας ισραηλ οπισω αυτου εκει και εγενετο τω γεδεων και τω οικω αυτου εις σκανδαλον
28
και ενετραπη μαδιαμ ενωπιον υιων ισραηλ και ου προσεθεντο αραι κεφαλην αυτων και ησυχασεν η γη ετη τεσσαρακοντα εν ημεραις γεδεων
29
και επορευθη ιεροβααλ υιος ιωας και κατωκησεν εν τω οικω αυτου
30
και τω γεδεων ησαν εβδομηκοντα υιοι εκπορευομενοι εκ μηρων αυτου οτι γυναικες πολλαι ησαν αυτω
31
και η παλλακη αυτου η εν σικιμοις ετεκεν αυτω και γε αυτη υιον και επεθηκεν το ονομα αυτου αβιμελεχ
32
και απεθανεν γεδεων υιος ιωας εν πολια αγαθη και εταφη εν τω ταφω ιωας του πατρος αυτου εν εφραθα πατρος αβιεζρι
33
και εγενηθη ως απεθανεν γεδεων και απεστραφησαν οι υιοι ισραηλ και εξεπορνευσαν οπισω των βααλιμ και εθεντο αυτοις τον βααλβεριθ εις διαθηκην του ειναι αυτοις αυτον εις θεον
34
και ουκ εμνησθησαν οι υιοι ισραηλ κυριου του θεου αυτων του ρυσαμενου αυτους εκ χειρος παντων των εχθρων αυτων κυκλοθεν
35
και ουκ εποιησαν ελεος μετα του οικου ιεροβααλ γεδεων κατα πασαν την αγαθωσυνην ην εποιησεν μετα ισραηλ