1
και επορευθη αβιμελεχ υιος ιεροβααλ εις σικιμα προς τους αδελφους της μητρος αυτου και ελαλησεν προς αυτους και προς πασαν την συγγενειαν του οικου της μητρος αυτου λεγων
2
λαλησατε δη εν ωσιν των ανδρων σικιμων ποιον βελτιον εστιν το αρχειν υμων εβδομηκοντα ανδρας παντας υιους ιεροβααλ η κυριευειν υμων ανδρα ενα και μνησθητε οτι σαρξ υμων και οστουν υμων εγω ειμι
3
και ελαλησαν περι αυτου οι αδελφοι της μητρος αυτου εν τοις ωσιν παντων των ανδρων σικιμων παντας τους λογους τουτους και εκλινεν καρδια αυτων οπισω αβιμελεχ οτι ειπαν αδελφος ημων εστιν
4
και εδωκαν αυτω εβδομηκοντα αργυριου εκ του οικου βααλ διαθηκης και εμισθωσατο εν αυτοις αβιμελεχ ανδρας κενους και θαμβουμενους και επορευθησαν οπισω αυτου
5
και εισηλθεν εις τον οικον του πατρος αυτου εις εφραθα και απεκτεινεν τους αδελφους αυτου υιους ιεροβααλ εβδομηκοντα ανδρας επι λιθον ενα και απελειφθη ιωαθαμ υιος ιεροβααλ ο νεωτερος οτι εκρυβη
6
και συνηχθησαν παντες οι ανδρες σικιμων και πας ο οικος μααλλων και επορευθησαν και εβασιλευσαν τον αβιμελεχ εις βασιλεα προς τη βαλανω της στασεως εν σικιμοις
7
και ανηγγειλαν τω ιωαθαμ και επορευθη και εστη επι της κορυφης του ορους γαριζιν και επηρεν την φωνην αυτου και εκαλεσεν και ειπεν αυτοις ακουσατε μου ανδρες σικιμων και ακουσαι υμων ο θεος
8
πορευομενα επορευθησαν τα ξυλα του χρισαι εαυτοις βασιλεα και ειπον τη ελαια βασιλευσον εφ' ημων
9
και ειπεν αυτοις η ελαια αφεισα την πιοτητα μου ην εν εμοι εδοξασεν ο θεος και ανθρωποι πορευθω αρχειν των ξυλων
10
και ειπαν τα ξυλα τη συκη δευρο βασιλευσον εφ' ημων
11
και ειπεν αυτοις η συκη αφεισα την γλυκυτητα μου και το γενημα μου το αγαθον πορευθω αρχειν επι ξυλων
12
και ειπαν τα ξυλα τη αμπελω δευρο βασιλευσον εφ' ημων
13
και ειπεν αυτοις η αμπελος αφεισα τον οινον μου την ευφροσυνην την παρα του θεου των ανθρωπων πορευθω αρχειν ξυλων
14
και ειπαν τα ξυλα προς την ραμνον δευρο συ βασιλευσον εφ' ημων
15
και ειπεν η ραμνος προς τα ξυλα ει εν αληθεια υμεις χριετε με εις βασιλεα εφ' υμων δευτε πεποιθατε εν τη σκεπη μου και ει μη εξελθοι πυρ εκ της ραμνου και καταφαγοι τας κεδρους του λιβανου
16
και νυν ει εν αληθεια και εν τελειοτητι εποιησατε και εβασιλευσατε τον αβιμελεχ και ει καλως εποιησατε μετα ιεροβααλ και μετα του οικου αυτου και ει κατα το ανταποδομα της χειρος αυτου εποιησατε αυτω
17
ως επολεμησεν ο πατηρ μου υπερ υμων και ερριψεν την ψυχην αυτου εξ εναντιας και εξειλατο υμας εκ χειρος μαδιαμ
18
και υμεις επανεστητε επι τον οικον του πατρος μου σημερον και απεκτεινατε τους υιους αυτου εβδομηκοντα ανδρας επι λιθον ενα και εβασιλευσατε τον αβιμελεχ υιον της παιδισκης αυτου επι τους ανδρας σικιμων οτι αδελφος υμων εστιν
19
και ει εν αληθεια και τελειοτητι εποιησατε μετα ιεροβααλ και του οικου αυτου τη ημερα ταυτη ευλογηθειητε υμεις και ευφρανθειητε εν αβιμελεχ και ευφρανθειη και αυτος εν υμιν
20
και ει μη εξελθοι πυρ εξ αβιμελεχ και καταφαγοι τους ανδρας σικιμων και τον οικον μααλλων και ει μη εξελθοι πυρ απο ανδρων σικιμων και εκ του οικου μααλλων και καταφαγοι τον αβιμελεχ
21
και απεδρα ιωαθαμ και επορευθη εν οδω και εφυγεν εις ραρα και κατωκησεν εκει απο προσωπου αβιμελεχ του αδελφου αυτου
22
και ηρξεν αβιμελεχ επι ισραηλ τρια ετη
23
και εξαπεστειλεν ο θεος πνευμα πονηρον ανα μεσον αβιμελεχ και ανα μεσον των ανδρων σικιμων και ηθετησαν οι ανδρες σικιμων εν τω οικω αβιμελεχ
24
του επαγαγειν την αδικιαν των εβδομηκοντα υιων ιεροβααλ και το αιμα αυτων επιθειναι επι αβιμελεχ τον αδελφον αυτων τον αποκτειναντα αυτους και επι τους ανδρας σικιμων τους κατισχυσαντας τας χειρας αυτου ωστε αποκτειναι τους αδελφους αυτου
25
και εθεντο αυτω οι ανδρες σικιμων ενεδρα επι τας κεφαλας των ορεων και ανηρπαζον παντας τους διαπορευομενους επ' αυτους εν τη οδω και απηγγελη τω αβιμελεχ
26
και ηλθεν γααλ υιος αβεδ και οι αδελφοι αυτου εις σικιμα και επεποιθησαν εν αυτω οι ανδρες σικιμων
27
και ηλθον εις αγρον και ετρυγησαν τους αμπελωνας αυτων και κατεπατουν και εποιησαν χορους και εισηλθον εις οικον θεου αυτων και εφαγον και επιον και κατηρωντο τον αβιμελεχ
28
και ειπεν γααλ υιος αβεδ τι εστιν αβιμελεχ και τις εστιν ο υιος συχεμ οτι δουλευσομεν αυτω ουχ ουτος υιος ιεροβααλ και ζεβουλ επισκοπος αυτου δουλος αυτου συν τοις ανδρασιν εμμωρ πατρος συχεμ και τι οτι δουλευσομεν αυτω ημεις
29
και τις δωη τον λαον τουτον εν χειρι μου και μεταστησω τον αβιμελεχ και ερω τω αβιμελεχ πληθυνον την δυναμιν σου και εξελθε
30
και ηκουσεν ζεβουλ ο αρχων της πολεως τους λογους γααλ υιου αβεδ και εθυμωθη οργη
31
και απεστειλεν αγγελους προς αβιμελεχ μετα δωρων λεγων ιδου γααλ υιος αβεδ και οι αδελφοι αυτου παραγεγονασιν εις σικιμα και οιδε πολιορκουσιν την πολιν επι σε
32
και νυν αναστηθι νυκτος συ και ο λαος ο μετα σου και ενεδρευσον εν τω αγρω
33
και εσται το πρωι αμα τω ανατειλαι τον ηλιον και ορθρισεις και εκτενεις επι την πολιν και ιδου αυτος και ο λαος ο μετ' αυτου εκπορευονται προς σε και ποιησεις αυτω καθαπερ εαν ευρη η χειρ σου
34
και ανεστη αβιμελεχ και πας ο λαος ο μετ' αυτου νυκτος και ενηδρευσαν επι σικιμα τεσσαρας αρχας
35
και εγενετο πρωι και εξηλθεν γααλ υιος αβεδ και εστη προς τη θυρα της πυλης της πολεως και ανεστη αβιμελεχ και ο λαος ο μετ' αυτου εκ των ενεδρων
36
και ειδεν γααλ υιος αβεδ τον λαον και ειπεν προς ζεβουλ ιδου λαος καταβαινων απο των κορυφων των ορεων και ειπεν προς αυτον ζεβουλ την σκιαν των ορεων συ ορας ως ανδρας
37
και προσεθετο ετι γααλ του λαλησαι και ειπεν ιδου λαος καταβαινων κατα θαλασσαν απο του εχομενα του ομφαλου της γης και αρχη μια παραγινεται απο οδου δρυος αποβλεποντων
38
και ειπεν προς αυτον ζεβουλ που εστιν νυν το στομα σου το λεγον τις εστιν αβιμελεχ οτι δουλευσομεν αυτω ουκ ιδου ουτος εστιν ο λαος ον εξουδενωσας εξελθε νυν και πολεμει προς αυτον
39
και εξηλθεν γααλ απο προσωπου των ανδρων σικιμων και επολεμησεν εν αβιμελεχ
40
και κατεδιωξεν αυτον αβιμελεχ και εφυγεν απο προσωπου αυτου και επεσον τραυματιαι πολλοι εως θυρων της πολεως
41
και εκαθισεν αβιμελεχ εν αριμα και εξεβαλεν ζεβουλ τον γααλ και τους αδελφους αυτου του μη οικειν εν σικιμοις
42
και εγενηθη τη επαυριον και εξηλθεν ο λαος εις το πεδιον και απηγγελη τω αβιμελεχ
43
και παρελαβεν τον λαον και διειλεν αυτον τρεις αρχας και ενηδρευσεν εν αυτω και ειδεν και ιδου λαος εξηλθεν εκ της πολεως και επανεστη αυτοις και επαταξεν αυτους
44
και αβιμελεχ και αι αρχαι αι μετ' αυτου εξεταθησαν και εστησαν παρα την πυλην της πολεως και αι δυο αρχαι εξεχυθησαν επι παντας τους εν τω αγρω και επαταξεν αυτους
45
και αβιμελεχ επολεμει εν τη πολει ολην την ημεραν εκεινην και κατελαβοντο την πολιν και τον λαον τον εν αυτη ανειλεν και την πολιν καθειλεν και εσπειρεν αυτην αλας
46
και ηκουσαν παντες οι ανδρες πυργου σικιμων και εισηλθον εις το οχυρωμα οικου του βααλ διαθηκης
47
και απηγγελη τω αβιμελεχ οτι συνηχθησαν παντες οι ανδρες του πυργου σικιμων
48
και ανεβη αβιμελεχ εις ορος σελμων αυτος και πας ο λαος ο μετ' αυτου και ελαβεν αβιμελεχ αξινην εν τη χειρι αυτου και εκοψεν φορτιον ξυλων και ελαβεν αυτο και επεθηκεν επι τους ωμους αυτου και ειπεν προς τον λαον τον μετ' αυτου τι ειδετε με ποιουντα ταχεως ποιησατε ως και εγω
49
και εκοψαν και αυτοι εκαστος φορτιον και ηραν και επορευθησαν οπισω αβιμελεχ και επεθηκαν επι το οχυρωμα και ενεπρησαν επ' αυτους το οχυρωμα εν πυρι και απεθανον παντες οι ανδρες πυργου σικιμων ωσει χιλιοι ανδρες και γυναικες
50
και επορευθη αβιμελεχ εις θεβες και περιεκαθισεν επ' αυτην και προκατελαβετο αυτην
51
και πυργος ην οχυρος εν μεσω της πολεως και εφυγον εκει παντες οι ανδρες και αι γυναικες και παντες οι ηγουμενοι της πολεως και απεκλεισαν εφ' εαυτους και ανεβησαν επι το δωμα του πυργου
52
και ηλθεν αβιμελεχ εως του πυργου και εξεπολεμησαν αυτον και ηγγισεν αβιμελεχ εως της θυρας του πυργου εμπρησαι αυτον εν πυρι
53
και ερριψεν γυνη μια κλασμα μυλου επι την κεφαλην αβιμελεχ και συνεθλασεν το κρανιον αυτου
54
και εβοησεν το ταχος προς το παιδαριον τον αιροντα τα σκευη αυτου και ειπεν αυτω σπασαι την μαχαιραν σου και θανατωσον με μηποτε ειπωσιν γυνη απεκτεινεν αυτον και εξεκεντησεν αυτον το παιδαριον αυτου και απεθανεν αβιμελεχ
55
και ειδεν ανηρ ισραηλ οτι απεθανεν αβιμελεχ και απηλθον ανηρ εις τον τοπον αυτου
56
και απεστρεψεν ο θεος την κακιαν αβιμελεχ ην εποιησεν τω πατρι αυτου αποκτειναι τους εβδομηκοντα αδελφους αυτου
57
και πασαν κακιαν ανδρων σικιμων επεστρεψεν ο θεος εις την κεφαλην αυτων και επηλθεν επ' αυτους η καταρα ιωαθαμ του υιου ιεροβααλ