1
ο λογος ο γενομενος παρα κυριου προς ιερεμιαν λεγων
2
ακουσατε τους λογους της διαθηκης ταυτης και λαλησεις προς ανδρας ιουδα και προς τους κατοικουντας ιερουσαλημ
3
και ερεις προς αυτους ταδε λεγει κυριος ο θεος ισραηλ επικαταρατος ο ανθρωπος ος ουκ ακουσεται των λογων της διαθηκης ταυτης
4
ης ενετειλαμην τοις πατρασιν υμων εν ημερα η ανηγαγον αυτους εκ γης αιγυπτου εκ καμινου της σιδηρας λεγων ακουσατε της φωνης μου και ποιησατε παντα οσα εαν εντειλωμαι υμιν και εσεσθε μοι εις λαον και εγω εσομαι υμιν εις θεον
5
οπως στησω τον ορκον μου ον ωμοσα τοις πατρασιν υμων του δουναι αυτοις γην ρεουσαν γαλα και μελι καθως η ημερα αυτη και απεκριθην και ειπα γενοιτο κυριε
6
και ειπεν κυριος προς με αναγνωθι τους λογους τουτους εν πολεσιν ιουδα και εξωθεν ιερουσαλημ λεγων ακουσατε τους λογους της διαθηκης ταυτης και ποιησατε αυτους
8
και ουκ εποιησαν
9
και ειπεν κυριος προς με ευρεθη συνδεσμος εν ανδρασιν ιουδα και εν τοις κατοικουσιν ιερουσαλημ
10
επεστραφησαν επι τας αδικιας των πατερων αυτων των προτερον οι ουκ ηθελον εισακουσαι των λογων μου και ιδου αυτοι βαδιζουσιν οπισω θεων αλλοτριων του δουλευειν αυτοις και διεσκεδασαν οικος ισραηλ και οικος ιουδα την διαθηκην μου ην διεθεμην προς τους πατερας αυτων
11
δια τουτο ταδε λεγει κυριος ιδου εγω επαγω επι τον λαον τουτον κακα εξ ων ου δυνησονται εξελθειν εξ αυτων και κεκραξονται προς με και ουκ εισακουσομαι αυτων
12
και πορευσονται πολεις ιουδα και οι κατοικουντες ιερουσαλημ και κεκραξονται προς τους θεους οις αυτοι θυμιωσιν αυτοις μη σωσουσιν αυτους εν καιρω των κακων αυτων
13
οτι κατ' αριθμον των πολεων σου ησαν θεοι σου ιουδα και κατ' αριθμον εξοδων της ιερουσαλημ εταξατε βωμους θυμιαν τη βααλ
14
και συ μη προσευχου περι του λαου τουτου και μη αξιου περι αυτων εν δεησει και προσευχη οτι ουκ εισακουσομαι εν τω καιρω εν ω επικαλουνται με εν καιρω κακωσεως αυτων
15
τι η ηγαπημενη εν τω οικω μου εποιησεν βδελυγμα μη ευχαι και κρεα αγια αφελουσιν απο σου τας κακιας σου η τουτοις διαφευξη
16
ελαιαν ωραιαν ευσκιον τω ειδει εκαλεσεν κυριος το ονομα σου εις φωνην περιτομης αυτης ανηφθη πυρ επ' αυτην μεγαλη η θλιψις επι σε ηχρεωθησαν οι κλαδοι αυτης
17
και κυριος ο καταφυτευσας σε ελαλησεν επι σε κακα αντι της κακιας οικου ισραηλ και οικου ιουδα οτι εποιησαν εαυτοις του παροργισαι με εν τω θυμιαν αυτους τη βααλ
18
κυριε γνωρισον μοι και γνωσομαι τοτε ειδον τα επιτηδευματα αυτων
19
εγω δε ως αρνιον ακακον αγομενον του θυεσθαι ουκ εγνων επ' εμε ελογισαντο λογισμον πονηρον λεγοντες δευτε και εμβαλωμεν ξυλον εις τον αρτον αυτου και εκτριψωμεν αυτον απο γης ζωντων και το ονομα αυτου ου μη μνησθη ετι
20
κυριε κρινων δικαια δοκιμαζων νεφρους και καρδιας ιδοιμι την παρα σου εκδικησιν εξ αυτων οτι προς σε απεκαλυψα το δικαιωμα μου
21
δια τουτο ταδε λεγει κυριος επι τους ανδρας αναθωθ τους ζητουντας την ψυχην μου τους λεγοντας ου μη προφητευσης επι τω ονοματι κυριου ει δε μη αποθανη εν ταις χερσιν ημων
22
ιδου εγω επισκεψομαι επ' αυτους οι νεανισκοι αυτων εν μαχαιρα αποθανουνται και οι υιοι αυτων και αι θυγατερες αυτων τελευτησουσιν εν λιμω
23
και εγκαταλειμμα ουκ εσται αυτων οτι επαξω κακα επι τους κατοικουντας εν αναθωθ εν ενιαυτω επισκεψεως αυτων