1
δικαιος ει κυριε οτι απολογησομαι προς σε πλην κριματα λαλησω προς σε τι οτι οδος ασεβων ευοδουται ευθηνησαν παντες οι αθετουντες αθετηματα
2
εφυτευσας αυτους και ερριζωθησαν ετεκνοποιησαν και εποιησαν καρπον εγγυς ει συ του στοματος αυτων και πορρω απο των νεφρων αυτων
3
και συ κυριε γινωσκεις με δεδοκιμακας την καρδιαν μου εναντιον σου αγνισον αυτους εις ημεραν σφαγης αυτων
4
εως ποτε πενθησει η γη και πας ο χορτος του αγρου ξηρανθησεται απο κακιας των κατοικουντων εν αυτη ηφανισθησαν κτηνη και πετεινα οτι ειπαν ουκ οψεται ο θεος οδους ημων
5
σου οι ποδες τρεχουσιν και εκλυουσιν σε πως παρασκευαση εφ' ιπποις και εν γη ειρηνης συ πεποιθας πως ποιησεις εν φρυαγματι του ιορδανου
6
οτι και οι αδελφοι σου και ο οικος του πατρος σου και ουτοι ηθετησαν σε και αυτοι εβοησαν εκ των οπισω σου επισυνηχθησαν μη πιστευσης εν αυτοις οτι λαλησουσιν προς σε καλα
7
εγκαταλελοιπα τον οικον μου αφηκα την κληρονομιαν μου εδωκα την ηγαπημενην ψυχην μου εις χειρας εχθρων αυτης
8
εγενηθη η κληρονομια μου εμοι ως λεων εν δρυμω εδωκεν επ' εμε την φωνην αυτης δια τουτο εμισησα αυτην
9
μη σπηλαιον υαινης η κληρονομια μου εμοι η σπηλαιον κυκλω αυτης βαδισατε συναγαγετε παντα τα θηρια του αγρου και ελθετωσαν του φαγειν αυτην
10
ποιμενες πολλοι διεφθειραν τον αμπελωνα μου εμολυναν την μεριδα μου εδωκαν μεριδα επιθυμητην μου εις ερημον αβατον
11
ετεθη εις αφανισμον απωλειας δι' εμε αφανισμω ηφανισθη πασα η γη οτι ουκ εστιν ανηρ τιθεμενος εν καρδια
12
επι πασαν διεκβολην εν τη ερημω ηλθον ταλαιπωρουντες οτι μαχαιρα του κυριου καταφαγεται απ' ακρου της γης εως ακρου της γης ουκ εστιν ειρηνη παση σαρκι
13
σπειρατε πυρους και ακανθας θερισατε οι κληροι αυτων ουκ ωφελησουσιν αυτους αισχυνθητε απο καυχησεως υμων απο ονειδισμου εναντι κυριου
14
οτι ταδε λεγει κυριος περι παντων των γειτονων των πονηρων των απτομενων της κληρονομιας μου ης εμερισα τω λαω μου ισραηλ ιδου εγω αποσπω αυτους απο της γης αυτων και τον ιουδαν εκβαλω εκ μεσου αυτων
15
και εσται μετα το εκβαλειν με αυτους επιστρεψω και ελεησω αυτους και κατοικιω αυτους εκαστον εις την κληρονομιαν αυτου και εκαστον εις την γην αυτου
16
και εσται εαν μαθοντες μαθωσιν την οδον του λαου μου του ομνυειν τω ονοματι μου ζη κυριος καθως εδιδαξαν τον λαον μου ομνυειν τη βααλ και οικοδομηθησονται εν μεσω του λαου μου
17
εαν δε μη επιστρεψωσιν και εξαρω το εθνος εκεινο εξαρσει και απωλεια