1
ταδε λεγει κυριος βαδισον και κτησαι σεαυτω περιζωμα λινουν και περιθου περι την οσφυν σου και εν υδατι ου διελευσεται
2
και εκτησαμην το περιζωμα κατα τον λογον κυριου και περιεθηκα περι την οσφυν μου
3
και εγενηθη λογος κυριου προς με λεγων
4
λαβε το περιζωμα το περι την οσφυν σου και αναστηθι και βαδισον επι τον ευφρατην και κατακρυψον αυτο εκει εν τη τρυμαλια της πετρας
5
και επορευθην και εκρυψα αυτο εν τω ευφρατη καθως ενετειλατο μοι κυριος
6
και εγενετο μεθ' ημερας πολλας και ειπεν κυριος προς με αναστηθι βαδισον επι τον ευφρατην και λαβε εκειθεν το περιζωμα ο ενετειλαμην σοι του κατακρυψαι εκει
7
και επορευθην επι τον ευφρατην ποταμον και ωρυξα και ελαβον το περιζωμα εκ του τοπου ου κατωρυξα αυτο εκει και ιδου διεφθαρμενον ην ο ου μη χρησθη εις ουθεν
8
και εγενηθη λογος κυριου προς με λεγων
9
ταδε λεγει κυριος ουτω φθερω την υβριν ιουδα και την υβριν ιερουσαλημ
10
την πολλην ταυτην υβριν τους μη βουλομενους υπακουειν των λογων μου και πορευθεντας οπισω θεων αλλοτριων του δουλευειν αυτοις και του προσκυνειν αυτοις και εσονται ωσπερ το περιζωμα τουτο ο ου χρησθησεται εις ουθεν
11
οτι καθαπερ κολλαται το περιζωμα περι την οσφυν του ανθρωπου ουτως εκολλησα προς εμαυτον τον οικον του ισραηλ και παν οικον ιουδα του γενεσθαι μοι εις λαον ονομαστον και εις καυχημα και εις δοξαν και ουκ εισηκουσαν μου
12
και ερεις προς τον λαον τουτον πας ασκος πληρωθησεται οινου και εσται εαν ειπωσιν προς σε μη γνοντες ου γνωσομεθα οτι πας ασκος πληρωθησεται οινου
13
και ερεις προς αυτους ταδε λεγει κυριος ιδου εγω πληρω τους κατοικουντας την γην ταυτην και τους βασιλεις αυτων τους καθημενους υιους δαυιδ επι θρονου αυτου και τους ιερεις και τους προφητας και τον ιουδαν και παντας τους κατοικουντας ιερουσαλημ μεθυσματι
14
και διασκορπιω αυτους ανδρα και τον αδελφον αυτου και τους πατερας αυτων και τους υιους αυτων εν τω αυτω ουκ επιποθησω λεγει κυριος και ου φεισομαι και ουκ οικτιρησω απο διαφθορας αυτων
15
ακουσατε και ενωτισασθε και μη επαιρεσθε οτι κυριος ελαλησεν
16
δοτε τω κυριω θεω υμων δοξαν προ του συσκοτασαι και προς του προσκοψαι ποδας υμων επ' ορη σκοτεινα και αναμενειτε εις φως και εκει σκια θανατου και τεθησονται εις σκοτος
17
εαν δε μη ακουσητε κεκρυμμενως κλαυσεται η ψυχη υμων απο προσωπου υβρεως και καταξουσιν οι οφθαλμοι υμων δακρυα οτι συνετριβη το ποιμνιον κυριου
18
ειπατε τω βασιλει και τοις δυναστευουσιν ταπεινωθητε και καθισατε οτι καθηρεθη απο κεφαλης υμων στεφανος δοξης υμων
19
πολεις αι προς νοτον συνεκλεισθησαν και ουκ ην ο ανοιγων απωκισθη ιουδας συνετελεσεν αποικιαν τελειαν
20
αναλαβε οφθαλμους σου ιερουσαλημ και ιδε τους ερχομενους απο βορρα που εστιν το ποιμνιον ο εδοθη σοι προβατα δοξης σου
21
τι ερεις οταν επισκεπτωνται σε και συ εδιδαξας αυτους επι σε μαθηματα εις αρχην ουκ ωδινες καθεξουσιν σε καθως γυναικα τικτουσαν
22
και εαν ειπης εν τη καρδια σου δια τι απηντησεν μοι ταυτα δια το πληθος της αδικιας σου ανεκαλυφθη τα οπισθια σου παραδειγματισθηναι τας πτερνας σου
23
ει αλλαξεται αιθιοψ το δερμα αυτου και παρδαλις τα ποικιλματα αυτης και υμεις δυνησεσθε ευ ποιησαι μεμαθηκοτες τα κακα
24
και διεσπειρα αυτους ως φρυγανα φερομενα υπο ανεμου εις ερημον
25
ουτος ο κληρος σου και μερις του απειθειν υμας εμοι λεγει κυριος ως επελαθου μου και ηλπισας επι ψευδεσιν
26
καγω αποκαλυψω τα οπισω σου επι το προσωπον σου και οφθησεται η ατιμια σου
27
και η μοιχεια σου και ο χρεμετισμος σου και η απαλλοτριωσις της πορνειας σου επι των βουνων και εν τοις αγροις εωρακα τα βδελυγματα σου ουαι σοι ιερουσαλημ οτι ουκ εκαθαρισθης οπισω μου εως τινος ετι