1
ο λογος ο γενομενος παρα κυριου προς ιερεμιαν λεγων
2
αναστηθι και καταβηθι εις οικον του κεραμεως και εκει ακουση τους λογους μου
3
και κατεβην εις τον οικον του κεραμεως και ιδου αυτος εποιει εργον επι των λιθων
4
και διεπεσεν το αγγειον ο αυτος εποιει εν ταις χερσιν αυτου και παλιν αυτος εποιησεν αυτο αγγειον ετερον καθως ηρεσεν ενωπιον αυτου του ποιησαι
5
και εγενετο λογος κυριου προς με λεγων
6
ει καθως ο κεραμευς ουτος ου δυνησομαι του ποιησαι υμας οικος ισραηλ ιδου ως ο πηλος του κεραμεως υμεις εστε εν ταις χερσιν μου
7
περας λαλησω επι εθνος η επι βασιλειαν του εξαραι αυτους και του απολλυειν
8
και επιστραφη το εθνος εκεινο απο παντων των κακων αυτων και μετανοησω περι των κακων ων ελογισαμην του ποιησαι αυτοις
9
και περας λαλησω επι εθνος και επι βασιλειαν του ανοικοδομεισθαι και του καταφυτευεσθαι
10
και ποιησωσιν τα πονηρα εναντιον μου του μη ακουειν της φωνης μου και μετανοησω περι των αγαθων ων ελαλησα του ποιησαι αυτοις
11
και νυν ειπον προς ανδρας ιουδα και προς τους κατοικουντας ιερουσαλημ ιδου εγω πλασσω εφ' υμας κακα και λογιζομαι εφ' υμας λογισμον αποστραφητω δη εκαστος απο οδου αυτου της πονηρας και καλλιονα ποιησετε τα επιτηδευματα υμων
12
και ειπαν ανδριουμεθα οτι οπισω των αποστροφων ημων πορευσομεθα και εκαστος τα αρεστα της καρδιας αυτου της πονηρας ποιησομεν
13
δια τουτο ταδε λεγει κυριος ερωτησατε δη εν εθνεσιν τις ηκουσεν τοιαυτα φρικτα α εποιησεν σφοδρα παρθενος ισραηλ
14
μη εκλειψουσιν απο πετρας μαστοι η χιων απο του λιβανου μη εκκλινει υδωρ βιαιως ανεμω φερομενον
15
οτι επελαθοντο μου ο λαος μου εις κενον εθυμιασαν και ασθενησουσιν εν ταις οδοις αυτων σχοινους αιωνιους του επιβηναι τριβους ουκ εχοντας οδον εις πορειαν
16
του ταξαι την γην αυτων εις αφανισμον και συριγμα αιωνιον παντες οι διαπορευομενοι δι' αυτης εκστησονται και κινησουσιν την κεφαλην αυτων
17
ως ανεμον καυσωνα διασπερω αυτους κατα προσωπον εχθρων αυτων δειξω αυτοις ημεραν απωλειας αυτων
18
και ειπαν δευτε λογισωμεθα επι ιερεμιαν λογισμον οτι ουκ απολειται νομος απο ιερεως και βουλη απο συνετου και λογος απο προφητου δευτε και παταξωμεν αυτον εν γλωσση και ακουσομεθα παντας τους λογους αυτου
19
εισακουσον μου κυριε και εισακουσον της φωνης του δικαιωματος μου
20
ει ανταποδιδοται αντι αγαθων κακα οτι συνελαλησαν ρηματα κατα της ψυχης μου και την κολασιν αυτων εκρυψαν μοι μνησθητι εστηκοτος μου κατα προσωπον σου του λαλησαι υπερ αυτων αγαθα του αποστρεψαι τον θυμον σου απ' αυτων
21
δια τουτο δος τους υιους αυτων εις λιμον και αθροισον αυτους εις χειρας μαχαιρας γενεσθωσαν αι γυναικες αυτων ατεκνοι και χηραι και οι ανδρες αυτων γενεσθωσαν ανηρημενοι θανατω και οι νεανισκοι αυτων πεπτωκοτες μαχαιρα εν πολεμω
22
γενηθητω κραυγη εν ταις οικιαις αυτων επαξεις επ' αυτους ληστας αφνω οτι ενεχειρησαν λογον εις συλλημψιν μου και παγιδας εκρυψαν επ' εμε
23
και συ κυριε εγνως απασαν την βουλην αυτων επ' εμε εις θανατον μη αθωωσης τας αδικιας αυτων και τας αμαρτιας αυτων απο προσωπου σου μη εξαλειψης γενεσθω η ασθενεια αυτων εναντιον σου εν καιρω θυμου σου ποιησον εν αυτοις