2
και ειπεν ταδε λεγει κυριος εμνησθην ελεους νεοτητος σου και αγαπης τελειωσεως σου του εξακολουθησαι σε τω αγιω ισραηλ λεγει κυριος
3
αγιος ισραηλ τω κυριω αρχη γενηματων αυτου παντες οι εσθοντες αυτον πλημμελησουσιν κακα ηξει επ' αυτους φησιν κυριος
4
ακουσατε λογον κυριου οικος ιακωβ και πασα πατρια οικου ισραηλ
5
ταδε λεγει κυριος τι ευροσαν οι πατερες υμων εν εμοι πλημμελημα οτι απεστησαν μακραν απ' εμου και επορευθησαν οπισω των ματαιων και εματαιωθησαν
6
και ουκ ειπαν που εστιν κυριος ο αναγαγων ημας εκ γης αιγυπτου ο καθοδηγησας ημας εν τη ερημω εν γη απειρω και αβατω εν γη ανυδρω και ακαρπω εν γη εν η ου διωδευσεν εν αυτη ουθεν και ου κατωκησεν εκει υιος ανθρωπου
7
και εισηγαγον υμας εις τον καρμηλον του φαγειν υμας τους καρπους αυτου και τα αγαθα αυτου και εισηλθατε και εμιανατε την γην μου και την κληρονομιαν μου εθεσθε εις βδελυγμα
8
οι ιερεις ουκ ειπαν που εστιν κυριος και οι αντεχομενοι του νομου ουκ ηπισταντο με και οι ποιμενες ησεβουν εις εμε και οι προφηται επροφητευον τη βααλ και οπισω ανωφελους επορευθησαν
9
δια τουτο ετι κριθησομαι προς υμας λεγει κυριος και προς τους υιους των υιων υμων κριθησομαι
10
διοτι διελθετε εις νησους χεττιιμ και ιδετε και εις κηδαρ αποστειλατε και νοησατε σφοδρα και ιδετε ει γεγονεν τοιαυτα
11
ει αλλαξονται εθνη θεους αυτων και ουτοι ουκ εισιν θεοι ο δε λαος μου ηλλαξατο την δοξαν αυτου εξ ης ουκ ωφεληθησονται
12
εξεστη ο ουρανος επι τουτω και εφριξεν επι πλειον σφοδρα λεγει κυριος
13
οτι δυο πονηρα εποιησεν ο λαος μου εμε εγκατελιπον πηγην υδατος ζωης και ωρυξαν εαυτοις λακκους συντετριμμενους οι ου δυνησονται υδωρ συνεχειν
14
μη δουλος εστιν ισραηλ η οικογενης εστιν δια τι εις προνομην εγενετο
15
επ' αυτον ωρυοντο λεοντες και εδωκαν την φωνην αυτων οι εταξαν την γην αυτου εις ερημον και αι πολεις αυτου κατεσκαφησαν παρα το μη κατοικεισθαι
16
και υιοι μεμφεως και ταφνας εγνωσαν σε και κατεπαιζον σου
17
ουχι ταυτα εποιησεν σοι το καταλιπειν σε εμε λεγει κυριος ο θεος σου
18
και νυν τι σοι και τη οδω αιγυπτου του πιειν υδωρ γηων και τι σοι και τη οδω ασσυριων του πιειν υδωρ ποταμων
19
παιδευσει σε η αποστασια σου και η κακια σου ελεγξει σε και γνωθι και ιδε οτι πικρον σοι το καταλιπειν σε εμε λεγει κυριος ο θεος σου και ουκ ευδοκησα επι σοι λεγει κυριος ο θεος σου
20
οτι απ' αιωνος συνετριψας τον ζυγον σου διεσπασας τους δεσμους σου και ειπας ου δουλευσω αλλα πορευσομαι επι παν βουνον υψηλον και υποκατω παντος ξυλου κατασκιου εκει διαχυθησομαι εν τη πορνεια μου
21
εγω δε εφυτευσα σε αμπελον καρποφορον πασαν αληθινην πως εστραφης εις πικριαν η αμπελος η αλλοτρια
22
εαν αποπλυνη εν νιτρω και πληθυνης σεαυτη ποαν κεκηλιδωσαι εν ταις αδικιαις σου εναντιον εμου λεγει κυριος
23
πως ερεις ουκ εμιανθην και οπισω της βααλ ουκ επορευθην ιδε τας οδους σου εν τω πολυανδριω και γνωθι τι εποιησας οψε φωνη αυτης ωλολυξεν τας οδους αυτης
24
επλατυνεν εφ' υδατα ερημου εν επιθυμιαις ψυχης αυτης επνευματοφορειτο παρεδοθη τις επιστρεψει αυτην παντες οι ζητουντες αυτην ου κοπιασουσιν εν τη ταπεινωσει αυτης ευρησουσιν αυτην
25
αποστρεψον τον ποδα σου απο οδου τραχειας και τον φαρυγγα σου απο διψους η δε ειπεν ανδριουμαι οτι ηγαπηκει αλλοτριους και οπισω αυτων επορευετο
26
ως αισχυνη κλεπτου οταν αλω ουτως αισχυνθησονται οι υιοι ισραηλ αυτοι και οι βασιλεις αυτων και οι αρχοντες αυτων και οι ιερεις αυτων και οι προφηται αυτων
27
τω ξυλω ειπαν οτι πατηρ μου ει συ και τω λιθω συ εγεννησας με και εστρεψαν επ' εμε νωτα και ου προσωπα αυτων και εν τω καιρω των κακων αυτων ερουσιν αναστα και σωσον ημας
28
και που εισιν οι θεοι σου ους εποιησας σεαυτω ει αναστησονται και σωσουσιν σε εν καιρω της κακωσεως σου οτι κατ' αριθμον των πολεων σου ησαν θεοι σου ιουδα και κατ' αριθμον διοδων της ιερουσαλημ εθυον τη βααλ
29
ινα τι λαλειτε προς με παντες υμεις ησεβησατε και παντες υμεις ηνομησατε εις εμε λεγει κυριος
30
ματην επαταξα τα τεκνα υμων παιδειαν ουκ εδεξασθε μαχαιρα κατεφαγεν τους προφητας υμων ως λεων ολεθρευων και ουκ εφοβηθητε
31
ακουσατε λογον κυριου ταδε λεγει κυριος μη ερημος εγενομην τω ισραηλ η γη κεχερσωμενη δια τι ειπεν ο λαος μου ου κυριευθησομεθα και ουχ ηξομεν προς σε ετι
32
μη επιλησεται νυμφη τον κοσμον αυτης και παρθενος την στηθοδεσμιδα αυτης ο δε λαος μου επελαθετο μου ημερας ων ουκ εστιν αριθμος
33
τι ετι καλον επιτηδευσεις εν ταις οδοις σου του ζητησαι αγαπησιν ουχ ουτως αλλα και συ επονηρευσω του μιαναι τας οδους σου
34
και εν ταις χερσιν σου ευρεθησαν αιματα ψυχων αθωων ουκ εν διορυγμασιν ευρον αυτους αλλ' επι παση δρυι
35
και ειπας αθωος ειμι αλλα αποστραφητω ο θυμος αυτου απ' εμου ιδου εγω κρινομαι προς σε εν τω λεγειν σε ουχ ημαρτον
36
τι κατεφρονησας σφοδρα του δευτερωσαι τας οδους σου και απο αιγυπτου καταισχυνθηση καθως κατησχυνθης απο ασσουρ
37
οτι και εντευθεν εξελευση και αι χειρες σου επι της κεφαλης σου οτι απωσατο κυριος την ελπιδα σου και ουκ ευοδωθηση εν αυτη