1
ταδε λεγει κυριος πορευου και καταβηθι εις τον οικον του βασιλεως ιουδα και λαλησεις εκει τον λογον τουτον
2
και ερεις ακουε λογον κυριου βασιλευ ιουδα ο καθημενος επι θρονου δαυιδ συ και ο οικος σου και ο λαος σου και οι εισπορευομενοι ταις πυλαις ταυταις
3
ταδε λεγει κυριος ποιειτε κρισιν και δικαιοσυνην και εξαιρεισθε διηρπασμενον εκ χειρος αδικουντος αυτον και προσηλυτον και ορφανον και χηραν μη καταδυναστευετε και μη ασεβειτε και αιμα αθωον μη εκχεητε εν τω τοπω τουτω
4
διοτι εαν ποιουντες ποιησητε τον λογον τουτον και εισελευσονται εν ταις πυλαις του οικου τουτου βασιλεις καθημενοι επι θρονου δαυιδ και επιβεβηκοτες εφ' αρματων και ιππων αυτοι και οι παιδες αυτων και ο λαος αυτων
5
εαν δε μη ποιησητε τους λογους τουτους κατ' εμαυτου ωμοσα λεγει κυριος οτι εις ερημωσιν εσται ο οικος ουτος
6
οτι ταδε λεγει κυριος κατα του οικου βασιλεως ιουδα γαλααδ συ μοι αρχη του λιβανου εαν μη θω σε εις ερημον πολεις μη κατοικηθησομενας
7
και επαξω επι σε ανδρα ολεθρευοντα και τον πελεκυν αυτου και εκκοψουσιν τας εκλεκτας κεδρους σου και εμβαλουσιν εις το πυρ
8
και διελευσονται εθνη δια της πολεως ταυτης και ερουσιν εκαστος προς τον πλησιον αυτου δια τι εποιησεν κυριος ουτως τη πολει τη μεγαλη ταυτη
9
και ερουσιν ανθ' ων εγκατελιπον την διαθηκην κυριου θεου αυτων και προσεκυνησαν θεοις αλλοτριοις και εδουλευσαν αυτοις
10
μη κλαιετε τον τεθνηκοτα μηδε θρηνειτε αυτον κλαυσατε κλαυθμω τον εκπορευομενον οτι ουκ επιστρεψει ετι και ου μη ιδη την γην πατριδος αυτου
11
διοτι ταδε λεγει κυριος επι σελλημ υιον ιωσια τον βασιλευοντα αντι ιωσια του πατρος αυτου ος εξηλθεν εκ του τοπου τουτου ουκ αναστρεψει εκει ουκετι
12
αλλ' η εν τω τοπω ου μετωκισα αυτον εκει αποθανειται και την γην ταυτην ουκ οψεται ετι
13
ω ο οικοδομων οικιαν αυτου ου μετα δικαιοσυνης και τα υπερωα αυτου ουκ εν κριματι παρα τω πλησιον αυτου εργαται δωρεαν και τον μισθον αυτου ου μη αποδωσει αυτω
14
ωκοδομησας σεαυτω οικον συμμετρον υπερωα ριπιστα διεσταλμενα θυρισιν και εξυλωμενα εν κεδρω και κεχρισμενα εν μιλτω
15
μη βασιλευσεις οτι συ παροξυνη εν αχαζ τω πατρι σου ου φαγονται και ου πιονται βελτιον ην σε ποιειν κριμα και δικαιοσυνην καλην
16
ουκ εγνωσαν ουκ εκριναν κρισιν ταπεινω ουδε κρισιν πενητος ου τουτο εστιν το μη γνωναι σε εμε λεγει κυριος
17
ιδου ουκ εισιν οι οφθαλμοι σου ουδε η καρδια σου καλη αλλ' εις την πλεονεξιαν σου και εις το αιμα το αθωον του εκχεειν αυτο και εις αδικημα και εις φονον του ποιειν
18
δια τουτο ταδε λεγει κυριος επι ιωακιμ υιον ιωσια βασιλεα ιουδα ουαι επι τον ανδρα τουτον ου μη κοψωνται αυτον ω αδελφε ουδε μη κλαυσονται αυτον οιμμοι κυριε
19
ταφην ονου ταφησεται συμψησθεις ριφησεται επεκεινα της πυλης ιερουσαλημ
20
αναβηθι εις τον λιβανον και κεκραξον και εις την βασαν δος την φωνην σου και βοησον εις το περαν της θαλασσης οτι συνετριβησαν παντες οι ερασται σου
21
ελαλησα προς σε εν τη παραπτωσει σου και ειπας ουκ ακουσομαι αυτη η οδος σου εκ νεοτητος σου ουκ ηκουσας της φωνης μου
22
παντας τους ποιμενας σου ποιμανει ανεμος και οι ερασται σου εν αιχμαλωσια εξελευσονται οτι τοτε αισχυνθηση και ατιμωθηση απο παντων των φιλουντων σε
23
κατοικουσα εν τω λιβανω εννοσσευουσα εν ταις κεδροις καταστεναξεις εν τω ελθειν σοι ωδινας ως τικτουσης
24
ζω εγω λεγει κυριος εαν γενομενος γενηται ιεχονιας υιος ιωακιμ βασιλευς ιουδα αποσφραγισμα επι της χειρος της δεξιας μου εκειθεν εκσπασω σε
25
και παραδωσω σε εις χειρας των ζητουντων την ψυχην σου ων συ ευλαβη απο προσωπου αυτων εις χειρας των χαλδαιων
26
και απορριψω σε και την μητερα σου την τεκουσαν σε εις γην ου ουκ ετεχθης εκει και εκει αποθανεισθε
27
εις δε την γην ην αυτοι ευχονται ταις ψυχαις αυτων ου μη αποστρεψωσιν
28
ητιμωθη ιεχονιας ως σκευος ου ουκ εστιν χρεια αυτου οτι εξερριφη και εξεβληθη εις γην ην ουκ ηδει
29
γη γη ακουε λογον κυριου
30
γραψον τον ανδρα τουτον εκκηρυκτον ανθρωπον οτι ου μη αυξηθη εκ του σπερματος αυτου ανηρ καθημενος επι θρονου δαυιδ αρχων ετι εν τω ιουδα