1
ω οι ποιμενες οι διασκορπιζοντες και απολλυοντες τα προβατα της νομης μου
2
δια τουτο ταδε λεγει κυριος επι τους ποιμαινοντας τον λαον μου υμεις διεσκορπισατε τα προβατα μου και εξωσατε αυτα και ουκ επεσκεψασθε αυτα ιδου εγω εκδικω εφ' υμας κατα τα πονηρα επιτηδευματα υμων
3
και εγω εισδεξομαι τους καταλοιπους του λαου μου απο πασης της γης ου εξωσα αυτους εκει και καταστησω αυτους εις την νομην αυτων και αυξηθησονται και πληθυνθησονται
4
και αναστησω αυτοις ποιμενας οι ποιμανουσιν αυτους και ου φοβηθησονται ετι ουδε πτοηθησονται λεγει κυριος
5
ιδου ημεραι ερχονται λεγει κυριος και αναστησω τω δαυιδ ανατολην δικαιαν και βασιλευσει βασιλευς και συνησει και ποιησει κριμα και δικαιοσυνην επι της γης
6
εν ταις ημεραις αυτου σωθησεται ιουδας και ισραηλ κατασκηνωσει πεποιθως και τουτο το ονομα αυτου ο καλεσει αυτον κυριος ιωσεδεκ
7
δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι ζη κυριος ος ανηγαγεν τον οικον ισραηλ εκ γης αιγυπτου
8
αλλα ζη κυριος ος συνηγαγεν απαν το σπερμα ισραηλ απο γης βορρα και απο πασων των χωρων ου εξωσεν αυτους εκει και απεκατεστησεν αυτους εις την γην αυτων
9
εν τοις προφηταις συνετριβη η καρδια μου εν εμοι εσαλευθη παντα τα οστα μου εγενηθην ως ανηρ συντετριμμενος και ως ανθρωπος συνεχομενος απο οινου απο προσωπου κυριου και απο προσωπου ευπρεπειας δοξης αυτου
10
οτι απο προσωπου τουτων επενθησεν η γη εξηρανθησαν αι νομαι της ερημου και εγενετο ο δρομος αυτων πονηρος και η ισχυς αυτων ουχ ουτως
11
οτι ιερευς και προφητης εμολυνθησαν και εν τω οικω μου ειδον πονηριας αυτων
12
δια τουτο γενεσθω η οδος αυτων αυτοις εις ολισθημα εν γνοφω και υποσκελισθησονται και πεσουνται εν αυτη διοτι επαξω επ' αυτους κακα εν ενιαυτω επισκεψεως αυτων φησιν κυριος
13
και εν τοις προφηταις σαμαρειας ειδον ανομηματα επροφητευσαν δια της βααλ και επλανησαν τον λαον μου ισραηλ
14
και εν τοις προφηταις ιερουσαλημ εωρακα φρικτα μοιχωμενους και πορευομενους εν ψευδεσι και αντιλαμβανομενους χειρων πονηρων του μη αποστραφηναι εκαστον απο της οδου αυτου της πονηρας εγενηθησαν μοι παντες ως σοδομα και οι κατοικουντες αυτην ωσπερ γομορρα
15
δια τουτο ταδε λεγει κυριος ιδου εγω ψωμιω αυτους οδυνην και ποτιω αυτους υδωρ πικρον οτι απο των προφητων ιερουσαλημ εξηλθεν μολυσμος παση τη γη
16
ουτως λεγει κυριος παντοκρατωρ μη ακουετε τους λογους των προφητων οτι ματαιουσιν εαυτοις ορασιν απο καρδιας αυτων λαλουσιν και ουκ απο στοματος κυριου
17
λεγουσιν τοις απωθουμενοις τον λογον κυριου ειρηνη εσται υμιν και πασιν τοις πορευομενοις τοις θελημασιν αυτων παντι τω πορευομενω πλανη καρδιας αυτου ειπαν ουχ ηξει επι σε κακα
18
οτι τις εστη εν υποστηματι κυριου και ειδεν τον λογον αυτου τις ενωτισατο και ηκουσεν
19
ιδου σεισμος παρα κυριου και οργη εκπορευεται εις συσσεισμον συστρεφομενη επι τους ασεβεις ηξει
20
και ουκετι αποστρεψει ο θυμος κυριου εως αν ποιηση αυτο και εως αν αναστηση αυτο απο εγχειρηματος καρδιας αυτου επ' εσχατου των ημερων νοησουσιν αυτα
21
ουκ απεστελλον τους προφητας και αυτοι ετρεχον ουκ ελαλησα προς αυτους και αυτοι επροφητευον
22
και ει εστησαν εν τη υποστασει μου και εισηκουσαν των λογων μου και τον λαον μου αν απεστρεφον αυτους απο των πονηρων επιτηδευματων αυτων
23
θεος εγγιζων εγω ειμι λεγει κυριος και ουχι θεος πορρωθεν
24
ει κρυβησεται ανθρωπος εν κρυφαιοις και εγω ουκ οψομαι αυτον μη ουχι τον ουρανον και την γην εγω πληρω λεγει κυριος
25
ηκουσα α λαλουσιν οι προφηται α προφητευουσιν επι τω ονοματι μου ψευδη λεγοντες ηνυπνιασαμην ενυπνιον
26
εως ποτε εσται εν καρδια των προφητων των προφητευοντων ψευδη και εν τω προφητευειν αυτους τα θεληματα καρδιας αυτων
27
των λογιζομενων του επιλαθεσθαι του νομου μου εν τοις ενυπνιοις αυτων α διηγουντο εκαστος τω πλησιον αυτου καθαπερ επελαθοντο οι πατερες αυτων του ονοματος μου εν τη βααλ
28
ο προφητης εν ω το ενυπνιον εστιν διηγησασθω το ενυπνιον αυτου και εν ω ο λογος μου προς αυτον διηγησασθω τον λογον μου επ' αληθειας τι το αχυρον προς τον σιτον ουτως οι λογοι μου λεγει κυριος
29
ουχι οι λογοι μου ωσπερ πυρ φλεγον λεγει κυριος και ως πελυξ κοπτων πετραν
30
δια τουτο ιδου εγω προς τους προφητας λεγει κυριος ο θεος τους κλεπτοντας τους λογους μου εκαστος παρα του πλησιον αυτου
31
ιδου εγω προς τους προφητας τους εκβαλλοντας προφητειας γλωσσης και νυσταζοντας νυσταγμον εαυτων
32
ιδου εγω προς τους προφητας τους προφητευοντας ενυπνια ψευδη και διηγουντο αυτα και επλανησαν τον λαον μου εν τοις ψευδεσιν αυτων και εν τοις πλανοις αυτων και εγω ουκ απεστειλα αυτους και ουκ ενετειλαμην αυτοις και ωφελειαν ουκ ωφελησουσιν τον λαον τουτον
33
και εαν ερωτησωσι σε ο λαος ουτος η ιερευς η προφητης λεγων τι το λημμα κυριου και ερεις αυτοις υμεις εστε το λημμα και ραξω υμας λεγει κυριος
34
και ο προφητης και ο ιερευς και ο λαος οι αν ειπωσιν λημμα κυριου και εκδικησω τον ανθρωπον εκεινον και τον οικον αυτου
35
οτι ουτως ερειτε εκαστος προς τον πλησιον αυτου και εκαστος προς τον αδελφον αυτου τι απεκριθη κυριος και τι ελαλησεν κυριος
36
και λημμα κυριου μη ονομαζετε ετι οτι το λημμα τω ανθρωπω εσται ο λογος αυτου
37
και δια τι ελαλησεν κυριος ο θεος ημων
38
δια τουτο ταδε λεγει κυριος ο θεος ανθ' ων ειπατε τον λογον τουτον λημμα κυριου και απεστειλα προς υμας λεγων ουκ ερειτε λημμα κυριου
39
δια τουτο ιδου εγω λαμβανω και ρασσω υμας και την πολιν ην εδωκα υμιν και τοις πατρασιν υμων
40
και δωσω εφ' υμας ονειδισμον αιωνιον και ατιμιαν αιωνιον ητις ουκ επιλησθησεται